Honorific decree of Aptera for the Koan physician Kallippos. Pedimental stele of white marble, broken at the lower right corner.
[ ]
Kos Isl. — Kos — Asklepieion — ca. 150-100 BC — IC II iii 3* — É. Samama, Les médecins (2003) 247, 136
See also:
{²corona oleaginea}² | |
Ἀπτεραίων. | |
ἔδοξε τᾶι βωλᾶι καὶ τῶι δάμωι, | |
Σῶσος Ἀβδία εἶπε· ἐπειδὴ Κάλ- | |
λιππος Ἀριστοκρίτω Κῶιος ἰατρὸ[ς] | |
5 | ἀποσταλεὶς ὑπὸ τᾶς πόλιος ἀξίως |
ἀνέστραπται ἀμφοτερᾶν τᾶν πολ[ί]- | |
ων κάτε τὸμ βίον καὶ τὰν τέχναν προ- | |
θυμίας οὐθὲν ἐλλείπων, πολλός | |
τε τῶμ πολιτᾶν ἐγ μεγάλαν ἀρρωστ[ι]- | |
10 | ᾶν σέσωικε, ἵνα ὦν καὶ ὁ δᾶμος φαίνη- |
ται τιμῶν τὸς ἀγαθὸς ἄνδρας, vac. | |
δεδόχθαι τᾶι βωλᾶι καὶ τῷ δάμω[ι]· | |
ἐπαινέσαι Κάλλιππον Ἀριστοκρ[ί]- | |
τω Κῶιον ἰατρὸν καὶ στεφανῶ<σαι> αὐτὸ[ν] | |
15 | στεφάνωι χρυσέωι ἀρετᾶς ἕν̣[ε]- |
κα καὶ εὐνοίας τᾶς εἰς αὐτόν, [δόν]- | |
τω δὲ αὐτῶι τοὶ ταμίαι ἔς τε τ[ὸν] | |
στέφανον καὶ πορεῖον στα̣[%⁸¹?]- | |
τῆρας τριακοσίος· ἵνα δὲ καὶ Κ[ῶιοι πα]- | |
20 | ρακολουθῶντι τὰν αἵρεσιν, τ[ὸ δόγμα] |
σαμανάμενοι τοὶ κόσμοι τᾶ[ι δαμο]- | |
σίαι σφραγῖδι ἐξαποστ̣[ειλάτω]- | |
σαν πρὸς αὐτὸς ∶ καὶ [ἀξιωσάντων φί]- | |
λος ὑπάρχοντας τ[ὰν ἐπιμέλει]- | |
25 | αν ποιήσασθαι [τᾶς ἀναγορεύσι]- |
ος τῶ στεφάνω̣ [ἔν τε τοῖς Διονυ]- | |
σίοις τῶ πράτ[ω ἀγῶνος καὶ τοῖς μεγά]- | |
λοις Ἀσκλαπ[ιείοις, καὶ δόμεν τᾶι] | |
στάλαι τόπ[ον ἐν τῶι ἱαρῶι τῶ Ἀσκλα]- | |
30 | πιῶ ἐν τῶι ἐπ[ιφανεστάτωι τόπωι], |
ἐς ἃν ἀναγ[ραφήσεται τὸ δόγμα] | |
τῶ δάμω· ἦ[μεν δὲ αὐτὸν πρόξενον] | |
καὶ εὐεργέ[ταν τᾶς πόλιος τᾶς Ἀ]- | |
πταραίω[ν — — — — ? — — — —]. | |
vacat 0,05 |