Honorific decree of Aptera for the Koan physician Kallippos.  Pedimental stele of white marble, broken at the lower right corner.
[ ] Kos Isl. — Kos — Asklepieion — ca. 150-100 BC — IC II iii 3* — É. Samama, Les médecins (2003) 247, 136
See also:
      {²corona oleaginea
                Ἀπτεραίων.
ἔδοξε τᾶι βωλᾶι καὶ τῶι δάμωι,
Σῶσος Ἀβδία εἶπε· ἐπειδὴ Κάλ-
λιππος Ἀριστοκρίτω Κῶιος ἰατρὸ[ς]
5 ἀποσταλεὶς ὑπὸ τᾶς πόλιος ἀξίως
ἀνέστραπται ἀμφοτερᾶν τᾶν πολ[ί]-
ων κάτε τὸμ βίον καὶ τὰν τέχναν προ-
θυμίας οὐθὲν ἐλλείπων, πολλός
τε τῶμ πολιτᾶν ἐγ μεγάλαν ἀρρωστ[ι]-
10 ᾶν σέσωικε, ἵνα ὦν καὶ ὁ δᾶμος φαίνη-
ται τιμῶν τὸς ἀγαθὸς ἄνδρας, vac.
δεδόχθαι τᾶι βωλᾶι καὶ τῷ δάμω[ι]·
ἐπαινέσαι Κάλλιππον Ἀριστοκρ[ί]-
τω Κῶιον ἰατρὸν καὶ στεφανῶ<σαι> αὐτὸ[ν]
15 στεφάνωι χρυσέωι ἀρετᾶς ἕν̣[ε]-
κα καὶ εὐνοίας τᾶς εἰς αὐτόν, [δόν]-
τω δὲ αὐτῶι τοὶ ταμίαι ἔς τε τ[ὸν]
στέφανον καὶ πορεῖον στα̣[%⁸¹?]-
τῆρας τριακοσίος· ἵνα δὲ καὶ Κ[ῶιοι πα]-
20 ρακολουθῶντι τὰν αἵρεσιν, τ[ὸ δόγμα]
σαμανάμενοι τοὶ κόσμοι τᾶδαμο]-
σίαι σφραγῖδι ἐξαποστ̣[ειλάτω]-
σαν πρὸς αὐτὸς ∶ καὶ [ἀξιωσάντων φί]-
λος ὑπάρχοντας τ[ὰν ἐπιμέλει]-
25 αν ποιήσασθαι [τᾶς ἀναγορεύσι]-
ος τῶ στεφάνω̣ [ἔν τε τοῖς Διονυ]-
σίοις τῶ πράτ[ω ἀγῶνος καὶ τοῖς μεγά]-
λοις Ἀσκλαπ[ιείοις, καὶ δόμεν τᾶι]
στάλαι τόπ[ον ἐν τῶι ἱαρῶι τῶ Ἀσκλα]-
30 πιῶ ἐν τῶι ἐπ[ιφανεστάτωι τόπωι],
ἐς ἃν ἀναγ[ραφήσεται τὸ δόγμα]
τῶ δάμω· ἦ[μεν δὲ αὐτὸν πρόξενον]
καὶ εὐεργέ[ταν τᾶς πόλιος τᾶς Ἀ]-
πταραίω[ν — — — — ? — — — —].
vacat 0,05
Search Help
Contact Us