Decree of the Knidians inviting the Koans to participate in games in honor of Artemis Hyakinthotrophos, followed by a response of the Koans.  Two non-joining fragments of a stele of white marble.
[ ] Kos Isl. — Kos — Asklepieion — ca. 200-150 BC — SEG 38.812 — IK Knidos I 220 — M. Segre, Iscr. di Cos (1993) ED 77 (a)
frg. a.1 [ἔδο]ξ̣[ε τῶι δάμ]ωι, γνώμ̣[α προ]στατᾶν· ἐπειδὴ [τοῦ ἁμοῦ]
[δ]άμου δ̣[ιὰ π]αντὸς ἀποδεικνυμένου τὰν ὑπάρ[χουσαν]
[αὐ]τῶι διὰ προγόνων ποτὶ τὸ θεῖον εὐσέβει[αν, καὶ τὰν πᾶ]-
[σα]ν̣ σπουδὰν καὶ φιλοτιμίαν ποιουμένου περὶ̣ [τᾶς ἐπαυξή]-
5 [σιο]ς τᾶν τιμᾶν τᾶς Ἀρτάμιτος τᾶς Ἱακυνθ[οτρόφου],
[κα]ὶ τὰς θυσίας καὶ ἀφικετείας καὶ πομπὰς [συντετε]-
[λε]κ̣ότος διὰ τὰς γεγενημένας ὑπ’ αὐτᾶ[ς ἐπιφανεί]-
[ας], καὶ διὰ ταῦτα ποταγορεύσαντος αὐτὰν̣ [θεὸν Ἐπιφα]-
[νῆ], καὶ θυσίαν καὶ ἀγῶνας συντελεῖν τᾶι θ[εῶι κατὰ πεν]-
10 [τα]ε̣τηρίδα μουσικόν τε καὶ γυμνικόν, καὶ τ[οὺς ὑπάρχον]-
[τας] αὐτῷ <⁶¹φίλους καὶ>⁶¹ συμμάχους μετέχειν [τᾶς θυσίας καὶ]
[τῶν] ἀγώνων καλῶς ἔχειν ἔκρινε διαπρεσ̣[βευσάμενος ποτ’]
[αὐτ]ούς· ὅπως οὖν καὶ ὁ δᾶμος τὰν προαί[ρεσιν τὰν ποτὶ]
[τὰν θ]ε̣ὸ̣ν ἀποδεικνύμενος φαίνηται καὶ σ[υναύξωνται αἱ]
15 [τιμαὶ τ]ᾶς Ἀρτάμιτος, ἀγαθᾶι τύχαι, δεδό[χθαι τῶι δά]-
[μωι· ἑλέσ]θαι πρεσβευτὰς τρεῖς, τοὶ δὲ αἱρ[εθέντες ἐς ἑ]-
[κάσταν πόλ]ι̣ν̣ ἐπελθόντες ἐπὶ τὰν βουλ[ὰν καὶ τὰν ἐκκλη]-
ίαν ἐμφανιζόντω τ]ε τὰν εὔνοιαν τὰν ὑ[πάρχουσαν ταῖς πό]-
[λεσι ποθ’ αὑτὰς μετὰ πάσας σ]πουδᾶ̣ς̣ [καὶ φιλοτιμίας ποιοῦν]-
20 [τες τοὺς λόγους — — — — — — — — — — — — — — — — —]
                                          lacuna
frg. b.21 [— — — — — — — ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα προστα]-
τᾶν· [ἐπειδὴ ὁ δᾶμος ὁ Κνιδίων τάν τε φιλίαν καὶ συγγένειαν ἀνανε]-
οῦται κ̣[αὶ ἄνδρας καλὸς καὶ ἀγαθὸς ποθ’ ἁμὲ ἀποστέλλει πρεσ]-
βευτὰς [καὶ ψάφισμα ἐν ὧι ἐμφανίζοντι Κνίδιοι τὸν δᾶμον διὰ παν]-
25 τὸς ἀπο[δεικνύμενον — — — — — — — — τὰν ὑπάρχουσαν αὐτῶι]
διὰ προγ[όνων ποτὶ τὸ θεῖον εὐσέβειαν καὶ τὰν πᾶσαν σπουδὰν]
καὶ φιλοτιμ[ίαν ποιούμενον περὶ τᾶς ἐπαυξήσιος τᾶν τιμᾶν τᾶς]
Ἀρτάμιτο[ς τᾶς Ἱακυνθοτρόφου καὶ θυσίας καὶ ἀφικετείας καὶ]
πομπὰς σ[υντετελεκότα δ]ι̣ὰ̣ τ̣ὰ̣[ς γεγενημένα]ς̣ ὑπ’ αὐτᾶ[ς ἐπι]-
30 φανείας, ποταγορεῦσαί τε διὰ ταῦτα τ̣[ὰ]ν̣ θεὸν Ἐπιφανῆ καὶ προ[ψαφι]-
ξάμενον συντελεῖν αὐτᾶι κατὰ πενταετηρίδα θυσίας τε καὶ [γῶ]-
νας μουσικὸν καὶ γυμνικὸν τούς θ’ ὑπάρχοντας αὐτῶι φίλους καὶ συ[μ]-
μάχους προαιρεύμενον μετέχειν τῶν προδεδηλωμένων, κ[α]-
λῶς ἔχειν κεκρίκει διαπρεσβεύσασ<θαι> ποτ’ αὐτοὺς καὶ παρακαλε[ῦν]-
35 τι τὸν δᾶμον ποτιδέξασθαι τάν τε θυσίαν καὶ τὸς ἀγῶνας τὸς
συντελευμένος ὑπ’ αὐτῶν τᾶι Ἀρτάμιτι τᾶι Ἱακυνθοτρόφωι θεᾶ[ι]
Ἐπιφανεῖ ἰσοπυθίος· ἀκολούθως δὲ καὶ τοὶ πρεσβευταὶ Δεξιφάνη[ς]
Θευγείτονος, Φιλῖνος Ἀριστάρχου καθ’ ὑοθεσίαν δὲ Θευδίππου, Νι-
κόστρατος Νικοστράτου ἐπελθόντες ἐπί τε τὰν βουλὰν καὶ τὰν
40 ἐκκλησίαν διελέγεν περί τε τᾶς εὐνοίας τᾶς ὑπαρχούσας ταῖς
πόλεσι ποθ’ αὑτὰς καὶ περὶ τῶν ἄλλων τῶν ἐν τῶι ψαφίσματι κατακε-
χωρισμένων μετὰ πάσας σπουδᾶς καὶ φιλοτιμίας ποιησάμενοι τοὺς
λόγους· ὅπως οὖν δᾶμος φαίνηται περὶ πλείστου μὲν ποιεύμενος
[διὰ] παντὸς τὰν ποτὶ τὸς θεὸς εὐσέβειαν, ἀκόλουθα δὲ πράσ<σ>ων τᾶι -
45 [παρ]χούσαι ποτὶ Κνιδίος φιλίαι καὶ συγγενείαι καὶ τοῖς ἄλλοις τοῖς γ[ε]-
[γεν]ημένοις ποθ’ αὑτὸς φιλανθρώποις, τὰς δὲ θυσίας καὶ τὸς ἀγῶνας π[ο]-
[τιδ]εχόμενος οἰκείως καὶ συναύξων τὰς ἐψαφισμένας ὑπ’ αὐτῶν [τι]-
[μάς], ἀγαθᾶι τύχαι, δεδόχθαι· Κνιδίος μὲν ἐπαινέσαι ἐπὶ τῶι διατηρε[ῦν]-
[τ]ας τὰν ὑπάρχουσαν αὐτοῖς ποτὶ τὸ θεῖον εὐσέβειαν καὶ τὰς τιμὰ[ς]
50 [ἐ]παύξοντας τᾶς Ἀρτάμιτος παρακαλεῖν ἐπὶ τὰ συντελούμεναἱερὰ
τός τε συμμάχος καὶ φίλος, τάν τε θυσίαν ποτιδέχεσθαι καὶ τὸς -
γῶνας ἰσοπυθίος καθότι παρακαλεῦντι, πέμπειν δὲ καὶ θεωρὸς καὶ
θυσίαν ὑπὲρ τᾶς πόλιος καθ’ οὕς κα χρόνους συντελῶντι τὸς ἀγ[ῶ]-
νας· τᾶς δὲ αἱρέσιος αὐτῶν καὶ τᾶς ἀποστο[λ]ᾶς καὶ θυ[σίας τῶν]
55 ἐ̣π[ι]πεμπομένω[ν] τετραπό[δων ἐπιμελείσθων τοὶ προστάται — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us