Honorific decree of Kyzikos (?) for Koan judges. Lower part of a stele of white marble.
[ ]
Kos Isl. — Kos — Asklepieion — ca. 200-150 BC — Chiron 29 (1999) 279, 7 — SEG 49.1114
See also:
[— — — — — — — — — — — — — — — — — — —] | |
HΔ̣Ε[— — — — — — — — — — — — — — — — — ὑ]- | |
πὲρ τῆς χώρ̣[ας — — — — — — — — — — — — — —]- | |
σης τῶι δήμω̣[ι — — — — — — — — δεδόσθαι δὲ καὶ] | |
πολιτείαν [α]ὐ[τοῖς καὶ ἐκγόνοις καὶ ἀτέλειαν πάν]- | |
5 | των· ἵνα δὲ καὶ [Κῶιοι εἰδήσωσιν τὰς ἐψηφισμέ]- |
νας τιμὰς τῶι τ̣[ε δήμωι καὶ τοῖς ἀποσταλεῖσι δι]- | |
κασταῖς, χει̣ρ̣οτο[νηθέντος τοῦ ψηφίσματος] | |
τοῦδε πρεσβευτ[ὴν ἑλέσθαι ἐκ πάντων τῶν πολι]- | |
τῶν, ὁ δὲ αἱρεθεὶς ἀ̣[φικόμενος εἰς Κῶ καὶ ἀπο]- | |
10 | δοὺς τοῖς ἄρχουσι̣[ν τὸ ψήφισμα τόδε, εἰσελ]- |
θὼν δ̣ὲ καὶ εἰ̣ς τὴν ἐκ[κλησίαν καὶ ἀνανεωσάμε]- | |
νος τὰ προϋπάρχοντα α[ὐτοῖς τίμια παρακα]- | |
λεί̣τω Κώιους συγγενεῖς κα̣[ὶ φίλους καὶ εὔνους] | |
καὶ συμμ̣άχους ὑ̣πάρχοντα[ς τοῦ δήμου ἀπο]- | |
15 | δέξασθαι τάς τε ἐψηφισμέ[νας τῶι δήμωι τι]- |
μὰς καὶ τοῖς δικασταῖς̣ καὶ πο[ιήσασθαι ἐπιμέ]- | |
λειαν, ὅπως ἂν̣ καὶ παρ’ αὐτοῖς γ[ίνηται ἡ ἀναγ]- | |
γελία τῶν στεφάνων ἐν τῶι ἐπιφα̣[νεστάτωι ἀ]- | |
γῶνι καὶ ὅπως ἀν̣αγραφῇ τόδε τὸ ψ[ήφισμα εἰς] | |
20 | σ̣τήλην λιθίνη̣ν̣ καὶ ἵν̣α εἰς τὸ̣ν μετὰ [ταῦτα χρό]- |
ν̣ον συντηρῆται καὶ ἐπὶ πλέο̣ν̣ αὔξ[ηται ἥ τε φι]- | |
λία καὶ εὔνοια ταῖς πόλεσιν̣ πρὸς ἀ̣λ̣λ̣ή̣[λας· τὸ δὲ] | |
ψήφισμα τ̣όδε ἀ̣φ̣ήκειν ε̣ἰ̣ς̣ φ̣υλ̣α̣κ̣ήν. πρ̣[ε]σ̣[βευτὴς] | |
ἡιρέθη̣ Ἀ̣ρίσ̣ταν̣δ̣ρ̣ο̣ς̣ Ἀ̣π̣ολλο̣[φ]ά̣ν̣[ους — — —]. | |
vacat 0,22 |