Response of the Koans to a decree of Delos honoring the physician Philippos of Kos (now lost). Lower part of a stele of white marble.
[ ]
Kos Isl. — Kos — Asklepieion — aft. 195 BC — Clara Rhodos 10 (1941) 37, 4 — É. Samama, Les médecins (2003) 245, 135
See also:
{²decretum Deliorum superiori lapidis parti incisum periit}² | |
[— — — — — — — — — — — — — — — — — — — — — — —] | |
[ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα] π̣ρ̣[οστατᾶν· περὶ] | |
[ὧν Δάλιοι ψάφισμ]α κ[αὶ πρεσβευτὰν ἀ]ποστ[είλαντες Κυν]- | |
θ̣ιά[δαν] ἀξιοῦντι, τᾶν τιμᾶν αἷς τετιμάκαντι̣ Φ̣ί̣λι̣ππον | |
τὸν ἰατρὸν ἀναγόρευσίν τε δόμεν vac. τῶν Ἀσκλαπι- | |
5 | είων ἐν τῶι γυμνικῶι ἀγῶνι, καὶ ὅπως ὑπόμναμα ὑπάρχῃ |
ἐς τὸμ πάντα χρόνον, ἀναγράψαι τὸ ψάφισμα τᾶν τιμᾶ[ν] | |
ἐς στάλαν καὶ ἀναθέμεν ἐς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ, | |
ἀκολούθως δὲ καὶ ὁ πρεσβευτὰς διελέγη τοῖς ἐν τῶι̣ | |
ψαφίσματι γεγραμμένοις· vac. ὅπως οὖν ὁ δᾶμος Δαλίοις | |
10 | τε φαίνηται ὑπακούων τὰ ἀξιούμενα καὶ τοῖς αὑτοῦ |
πολίταις ἐπὶ τοῖς διδομένοις αὐτοῖς τιμίοις ὑπὸ | |
τᾶμ πολίων συναδόμενός τε καὶ συνκατασκευά- | |
ζων ἐπιφανεῖς τὰς τιμάς, v δεδόχθαι δόμεν αὐτοῖς | |
τὰν ἀναγγελίαν καθότι v ἀξιοῦντι· τοὶ δὲ προσ- | |
15 | τάται καὶ ὁ ἀγωνοθέτας ἐπιμεληθέντω τᾶς ἀνα- |
γορεύσιος· vac. μισθωσάντω δὲ καὶ τοὶ πωληταὶ ἀνα- | |
γράψαι τὸ ψάφισμα καθότι τετίμαται Φίλιππος | |
ὑπὸ Δαλίων ἐς στάλαν λιθίναν καὶ ἀναθέμεν | |
ἐς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ· v τόπον δὲ ἀποδειξάντω | |
20 | τοὶ προστάται· τὸ δὲ ἀνάλωμα τοὶ ταμίαι τελε- |
σάντω ἀπὸ τῶν ἐς τὰ ὑπὸ πωλητᾶν ἔργα μισθού- | |
μενα· v τὸν δὲ πρεσβευτὰν καλέσαι ἐπὶ ξένια ἐς τὸ | |
πρυτανεῖον, δόντω δὲ αὐτῶι καὶ τοὶ ταμίαι ἐς θυ- | |
σίαν ἀπὸ τῶν προπεπορισμένων χρημάτων | |
25 | δραχμὰς vacat πεντήκοντα. vacat |
vacat 0,169 |