Response of the Koans to a decree of Delos honoring the physician Philippos of Kos (now lost).  Lower part of a stele of white marble.
[ ] Kos Isl. — Kos — Asklepieion — aft. 195 BC — ClRh 10 (1941) 37, 4 — É. Samama, Les médecins (2003) 245, 135
   {²decretum Deliorum superiori lapidis parti incisum periit
[— — — — — — — — — — — — — — — — — — — — — — —]
[ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα] π̣ρ̣[οστατᾶν· περὶ]
[ὧν Δάλιοι ψάφισμ]α κ[αὶ πρεσβευτὰν ἀ]ποστ[είλαντες Κυν]-
θ̣ιά[δαν] ἀξιοῦντι, τᾶν τιμᾶν αἷς τετιμάκαντι̣ Φ̣ί̣λι̣ππον
τὸν ἰατρὸν ἀναγόρευσίν τε δόμεν vac. τῶν Ἀσκλαπι-
5 είων ἐν τῶι γυμνικῶι ἀγῶνι, καὶ ὅπως ὑπόμναμα ὑπάρχῃ
ἐς τὸμ πάντα χρόνον, ἀναγράψαι τὸ ψάφισμα τᾶν τιμᾶ[ν]
ἐς στάλαν καὶ ἀναθέμεν ἐς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ,
ἀκολούθως δὲ καὶ ὁ πρεσβευτὰς διελέγη τοῖς ἐν τῶι̣
ψαφίσματι γεγραμμένοις· vac. ὅπως οὖν ὁ δᾶμος Δαλίοις
10 τε φαίνηται ὑπακούων τὰ ἀξιούμενα καὶ τοῖς αὑτοῦ
πολίταις ἐπὶ τοῖς διδομένοις αὐτοῖς τιμίοις ὑπὸ
τᾶμ πολίων συναδόμενός τε καὶ συνκατασκευά-
ζων ἐπιφανεῖς τὰς τιμάς, v δεδόχθαι δόμεν αὐτοῖς
τὰν ἀναγγελίαν καθότι v ἀξιοῦντι· τοὶ δὲ προσ-
15 τάται καὶ ὁ ἀγωνοθέτας ἐπιμεληθέντω τᾶς ἀνα-
γορεύσιος· vac. μισθωσάντω δὲ καὶ τοὶ πωληταὶ ἀνα-
γράψαι τὸ ψάφισμα καθότι τετίμαται Φίλιππος
ὑπὸ Δαλίων ἐς στάλαν λιθίναν καὶ ἀναθέμεν
ἐς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ· v τόπον δὲ ἀποδειξάντω
20 τοὶ προστάται· τὸ δὲ ἀνάλωμα τοὶ ταμίαι τελε-
σάντω ἀπὸ τῶν ἐς τὰ ὑπὸ πωλητᾶν ἔργα μισθού-
μενα· v τὸν δὲ πρεσβευτὰν καλέσαι ἐπὶ ξένια ἐς τὸ
πρυτανεῖον, δόντω δὲ αὐτῶι καὶ τοὶ ταμίαι ἐς θυ-
σίαν ἀπὸ τῶν προπεπορισμένων χρημάτων
25 δραχμὰς   vacat   πεντήκοντα.    vacat
                         vacat 0,169
Search Help