Honorific decree of Erythrai for Koan judges. Lower part of a stele of white marble.
[ ]
Kos Isl. — Kos — Asklepieion — early 2nd c. BC — Clara Rhodos 10 (1941) 31, 2 — IK Erythrai I 112 — SEG 49.1113 (cf.)
See also:
[— — — — — — — — — — — — — — — — — — — —] | |
[— — — τὰς δὲ δε]δ̣ομ̣έν̣[α]ς τ̣ι̣μ̣[ὰς τῶι τε δήμωι καὶ] | |
[τ]ο̣ῖς δικασταῖς καὶ τῶι γραμμα[τεῖ κατὰ τόδε τὸ ψή]- | |
φισμα ἀναγγεῖλαι ἐν τῶι θεάτρωι το[ὺς ἀγωνοθέτας], | |
ὅταν πρῶτο<ν> συντελῶσι τοὺς ἀγῶνα̣[ς τῶν τε Διο]- | |
5 | νυσιείων καὶ τῶν Σελευκείων· ἀποδ[εῖξαι δὲ καὶ] |
πρεσβευτήν, ὅστις ἀποδοὺς Κώιοις [τόδε τὸ ψή]- | |
φισμα παρακαλέσει αὐτοὺς ἐπιμέλε[ιαν ποιήσασ]- | |
[θ]αι, ὅπως αἱ δεδομέναι τιμαὶ τῶι τε δ[ήμωι καὶ τοῖς] | |
δικασταῖς καὶ τῶι γραμματεῖ ἀναγγέ̣[λλωνται παρ’ αὐ]- | |
10 | τοῖς ἐν τοῖς ἀγῶσιν καὶ ἀναγραφὲν τ[όδε τὸ ψή]- |
φισμα εἰς στή<λ>ην ἀνατεθῆι οὗ ἂν δό[ξηι τῶι δή]- | |
μωι τῶι Κώιων· οἱ δὲ στρατηγοὶ οἱ στρατ[ηγήσοντες] | |
τὴν δευτέραν τετράμηνον ἐπὶ ἱερ[οποιοῦ τοῦ] | |
μετὰ Ἑρμόδωρον ἐσομένου ἐν τῶ[ι περὶ τῆς] | |
15 | διοικήσεως ψηφίσματι γραψάστωσα[ν, ὅθεν] |
[ἀ]φοριστήσονται πόροι εἰς στήλην, [εἰς ἣν ἀνα]- | |
γραφὲν τόδε τὸ ψήφισμα καὶ παρ’ ἡμῖ[ν ἀνατε]- | |
θῇ οὗ ἂν τῶι δήμωι δόξῃ· ταῦτα δ’ εἶνα[ι εἰς φυλα]- | |
κὴν τῆς πόλεως· πρεσβευτὴς ἀπεδε[ίχθη]· | |
20 | Αὐτόνομος Φυ<λ>άρχου. |
vacat 0,05 |