Honorific decree of Kalymna for the physician Praxianax.  Two non-joining fragments of the lower part of a stele of white marble.
[ ] Kos Isl. — Kos — Asklepieion — late 3rd c. BC — Chiron 28 (1998) 124, 14 (a) — SEG 48.1099 (a)
See also:
frg. b      [— — — — — — — — — — — — — — — —]
     πρεσβ[ευτ— — — — — — — — — — — —]
     χρήσιμα τ̣[ῶι δάμωι — — — — — — — —]
     αὐτῶι τω[— — — — — — — — — — — —]
     [․]ΦΕΙΣΤΑΤ[— — — — — — — — — — —]
5      [ἀρ]ρωστία[ς — — διέσωισεν μετὰ πάσας]
     [προ]θυμίας [— — — — — — — — — — —]
     [καὶ] τὰν λοιπ[ὰν ἀναστροφὰν — — — —]
     [— — —]Λ̣Ι̣[— — — — — — — — — — —]
                                 lacuna
frg. a.9      [— — — σωθέντ]ες ἐγ μ[εγάλων κινδύνων]
10      [— — — φαίν]ωνται διὰ παν[τὸς — — — —]
     [φιλοτιμού]μενοι, δεδόχθαι· ἐπ[αινέσαι τε]
     [Πραξι]άνακτα Ναννάκου καὶ στ[εφανῶσαι]
     [χρ]υ̣σέωι στεφάνωι ἐπιμελείας ἕ[νεκα]
     καὶ δικαιοσύνας ἃμ πεποίηται κατὰ πᾶ[σαν]
15      τὰν ἀρχὰν ἀξίως τῶγ χειροτονησάν[των]
     αὐτὸμ πολιτᾶν, vac. ἀναγράψαι δὲ 〚rasura
     τόδε τὸ ψάφισμα ἐς στάλαν καὶ ἀναθ[έ]-
     μεν ἐς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, τᾶς δὲ
     ἀναγραφᾶς καὶ τοῦ στεφάνου ἐπιμεληθῆ-
20      μεν τὸν δάμαρχον vac. ἑλέσθαι δὲ καὶ ἄνδρα
ἐκ πάντων, ὁ δὲ αἱρεθεὶς τὸ ψάφισμα καὶ τὸν στέ-
     φανον ἀνενεγκάτω καὶ ἐπελθὼν ἐπὶ τὰν
     βουλὰν καὶ τὰν ἐκκλησίαν παρακαλείτω
     αὐτοὺς ἐπιμέλειαν ποήσασθαι ὅπως ἅ
25      τε ἀναγγελία τοῦ στεφάνου καὶ ὧν ἕνεκα
     τετίμαται Πραξιάναξ γενηθῇ ἐν τῶι χορι-
     κῶι ἀγῶνι τῶν Διονυσίων καὶ ἐν τῶι γυμνι-
     κῶι τῶμ μεγάλων Ἀσκλαπιείων καὶ ὅπ<⁶¹ως>⁶¹
     ἀναγραφὲν τὸ ψάφισμα εἰς στάλαν ἀνα-
30      τεθῆι εἰς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ ἐν τῶι
     ἐπιφανεστάτωι τόπωι· vac. ἁιρέθη vacat
                              vacat 0,09
Search Help
Contact Us