Honorific decree of Halikarnassos for the physician Hermias of Kos, followed by a response of the Koans. Two non-joining fragments of a stele of gray marble.
[ ]
Kos Isl. — Kos — Asklepieion — ca. 220 BC — Paton-Hicks (1891) 13 (b) — A. Maiuri, NSER (1925) 438 (a) — M. Segre, Iscr. di Cos (1993) ED 132 (ab)
See also:
I.frg. a | vacat 0,02 |
[ἐπὶ μονάρχου] Μακαρέως, Βαδρ[ομίου — — —] | |
[— — — ἔδοξεν] τῆι βουλῆι καὶ τ[ῶι δήμωι, γνώ]- | |
[μη πρυτάνεω]ν̣· ἐπειδὴ Ἑρμίας [Ἐμμενίδα Κῶι]- | |
[ος ἰατρὸς διατ]ελεῖ χρείας π[αρεχόμενος κατὰ] | |
5 | [τὴν αὑτοῦ τέχ]ν̣ην, τῶν τε πολ[ιτῶν τοὺς] |
[παρεπιδημοῦν]τας ἐγ Κῷ καὶ π[εριπεσόντας] | |
[μεγάλαις ἀρρω]στίαις ἐπιμε[λ— — — — — —] | |
[— — — — πεπο]ίηκεν, τοῖς τε [— — — — — —] | |
[— — — — — —] τῶν πολιτῶν [— — — — — —] | |
10 | [— — — — — —]ς αὐτοῦ χρε[ι— — — — — —] |
11-15 | {²desunt 5 vv.}² |
frg. b.16 | [— — — — — — — — — — — — — — — — εὐ]- |
[ν]οίας τῆς εἰς τὸν δῆμον», καὶ ἀναγγεῖλαι | |
[τ]ὸν στέφανον ἐν τῶι θεάτρωι ὅταν ἡ πόλις | |
πρῶτον ἄγηι χορικοὺς ἀγῶνας τῆι δεύτερον | |
20 | ἡμέραι τῶν κυκλίων, τοὺς δὲ πρυτάνεις ἐφ’ ὧν |
ἂν ὁ ἀγὼν συντελῆται ἐπιμεληθῆναι μετὰ | |
τοῦ ἀγωνοθέτου, ὅπως ἂν ἡ ἀναγγελία γένη- | |
τ̣αι τοῦ στεφάνου ἐν τῶι θεάτρωι· ἀναγράψαι | |
δὲ τόδε τὸ ψήφισμα τοὺς ἐξεταστὰς τοὺς | |
25 | ἐ̣πὶ Τιμοθέου εἰς στήλην λιθίνην, ἔγδοσιν |
[π]οιησαμένους μετὰ τοῦ πωλητοῦ ἐμ μηνὶ | |
[Ἐ]λευθεριῶνι, καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλ- | |
[λ]ωνος· v ἑλέσθαι δὲ καὶ πρεσβευτήν, ὅστις ἀ- | |
[φ]ικόμενος εἰς Κῶ τόδε τὸ ψήφισμα ἀποδώσει | |
30 | [κ]αὶ παρακαλέσει αὐτοὺς ἐπιμέλειαν ποιήσα- |
[σ]θαι ἵνα ἀναγγελῆι καὶ παρ’ αὐτοῖς ὁ στέφανος | |
[ἐ]ν τῶι θεάτρωι Διονυσίοις τοῖς πρώτοις καὶ | |
[τ]οῖς Ἀσκλαπιείοις γινομένοις κατὰ πανήγυ- | |
[ρι]ν, καὶ ὅπως ἂν τόπον ἀποδείξωσιν τῆι ἀναγρα- | |
35 | [φ]ῆι τοῦ ψηφίσματος ἐν τῶι Ἀσκληπιείωι, ἵνα φα- |
[ν]ε̣ρὰ πᾶσιν ἦι ἡ τοῦ δήμου εὐχαριστία. ψῆφοι ἐγέ- | |
[νο]ντο ἐν τῆι βουλῆι ἑκατόν, αἱ δ’ ἐν τῶι δήμωι τε- | |
[τρ]ακισχίλιαι. v ἡιρέθη Σαμιάδης Μενεκράτου. | |
vacat 0,025 | |
II.frg. b.40 | [ἔδ]οξεν τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα προστα- |
[τᾶ]ν· περὶ ὧν Ἁλικαρνασσεῖς φίλοι καὶ σύμμαχοι | |
[ὑπ]άρχοντες τοῦ δάμου ψάφισμα καὶ πρεσβευ- | |
[τὰ]ν ἀποστείλαντες Σαμιάδην Μενεκράτου | |
[ἀξι]οῦντι δόμεν αὐτοῖς ἀναγόρευσιν καὶ ἀνα- | |
45 | [γρα]φὰν στεφάνωι ὧι τετιμάκαντι Ἑρμίαν Ἐμμε- |
[νίδ]α̣, δεδόχθαι ἀποκρίνασθαι αὐτοῖς ὅτι ὁ δᾶ- | |
[μος πρότ]ερόν τε πάντα τὰ δυνατὰ καὶ καλῶς | |
[ἔχ]οντα πράσσων διετέλει, καὶ νῦ̣ν̣ τ̣ὰ̣ν αὐτὰν | |
[αἵρ]εσιν ἔχων δίδωτι αὐτοῖς τὰν ἀναγ[ό]ρευσι[ν] | |
50 | [το]ῦ στεφάνου καὶ τὰν ἀναγραφὰν καθὰ ἀξιοῦν- |
[τι· τ]ὸν δὲ πρεσβευτὰν καλέσαι ἐπὶ ξένια εἰς | |
[τὸ] πρυτανεῖον. vacat | |
vacat 0,09 |