Honorific decree of an unknown city for the physician Philistos of Kos.  Stele of white marble, recut at the bottom.
[ ] Kos Isl. — Kos — Asklepieion — aft. 241 BC — ZPE 25 (1977) 265, 1 — SEG 27.510; 47.1280 — IG XII,6 1 151
vacat 0,16
ἐπὶ τοῦ̣ [θεοῦ —]․․․[— — — —], Ἀ̣πατουριῶ-
νος τρεισκαιδεκάτηι, ἐκ̣κλη̣σ̣[ί]α̣ς κατὰ νόμον
περὶ τῶν ἀρχαιρεσιῶν συναχθείσης, ἐπι-
στατοῦντος Καλλισσθένους τοῦ Τιμοσ-
5 σθένους· vac. ἔδοξε τῶι δήμωι, Μέ<λ>ανθος Ἐμ-
πρέποντος εἶπεν· ὑπὲρ ὧν προεγράψατο Ἀλ-
κιάδης Μόλπου, ὅπως Φί<λ>ιστος Νικάρχου
Κῶιος ἰατρὸς χρείας παρεσσχημένος πλεί-
οσι τῶν πολιτῶν ἐπαινεθῆι καὶ στεφανωθῆι,
10 καθότι ἂν τῆι βουλῆι καὶ τῶι δήμωι δόξηι, κα
προξενία αὐτῶι δοθῆι·    vacat    ἐπειδὴ Φίλισ-
τος Νικάρχου Κῶ̣ιος ἰατρὸς ὢν πᾶσαν χρείαν
διατελεῖ π[αρεχόμενο]ς̣ κατὰ τὴν ἰατρικὴν
τέχνην κα̣[ὶ πλείονας τ]ῶν πολιτῶν ἐπιδη-
15 μήσαντα̣[ς ἐγ Κῶι, τοὺς] μὲν κατὰ θεωρίαν
ἀποσταλ[έντας ὑπὸ το]ῦ δήμου, τοὺς
δὲ καθ’ ἱδία[ν εἰς Κῶ παραγε]ν̣ομένους, ἐμ-
πεσόντας [εἰς ἀρρωστίας ἐπικι]ν̣δύνους
διέσωισεν [μετὰ πάσης φιλοτιμί]ας, vac.
20 τοῖς τε ἄλλο[ις τοῖς παραγινομένοις] τῶν
πολιτῶν εἰς Κῶ π̣[ολλὰς παρέχεται χρεί]ας,
οὐθὲν ἐλ<λ>είπων π[ροθυμίας τὰ καλῶς ἔ]χον-
τα συγκατασκευάζ[ειν αὐτοῖς καὶ ἀε]ὶ ὑπα-
κούων εἰς πᾶν περὶ ὧν ἄν τι̣ς̣ [αὐτὸ]ν̣ παρα-
25 καλῆι· ὅπως οὖν καὶ ἡμεῖς φαινώμεθα τοῖς
προαιρουμένοις εὐεργετεῖν ἡμᾶς καταξίαν
ἀποδιδόντες χάριν, ἐπαινέσαι μὲν Φίλισ-
τον Νικάρχου Κῶιον καὶ στεφανῶσαι αὐτὸν
[χρ]υ̣σ̣[ῶι] στ̣ε̣[φά]ν̣ω̣ι Διονυσίων τ[ρ]αγωιδοῖς̣
[— — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us