Honorific decree of Thasos for judges from Kos. Lower part of a stele of white marble.
[ ]
Kos Isl. — Kos — Asklepieion — ca. 300-250 BC — Chiron 29 (1999) 267, 3 — SEG 49.1108
See also:
[— — — — — — — — — — — — — — — — —] | |
[πρόσοδον πρὸ]ς̣ [τὴμ βουλὴν καὶ τὸν δῆμον] | |
[π]ρ̣ώτοις μετὰ τὰ ἱερά· vac. ὅπως δὲ ἀναγορευθ[ῶσιν] | |
ο̣ἱ̣ στέφανοι Διονυσίοις, ἐπιμεληθῆναι τοὺς [ἄρ]- | |
χ̣οντας καὶ τὸν ἱερέα τοῦ Διονύσου· ὅπως δὲ α̣[ἱ] | |
5 | δεδομέναι τιμαὶ τῶι δήμωι τῶι Κώιωγ κα̣ὶ̣ |
τοῖς δικασταῖς φανεραὶ καὶ Κώιοις γένωνται [καὶ] | |
ἀναγραφῶσιν ἐγ Κῶι εἰς στήλην, ἑλέσθαι ἄνδρ̣[α], | |
ὃς ἀφικόμενος εἰς Κῶ τό τε ψήφισμα ἀποδώσε̣[ι] | |
Κ̣ώιοις καὶ ἀξιώσει αὐτοὺς τήν τε τῶν στεφά̣- | |
10 | νων ἀναγόρευσιμ ποιήσασθαι ἐν τοῖς ἀγῶσ[ιν], |
οἷς νόμιμόν ἐστιν αὐτοῖς τὰς τῶν τοιούτω[ν] | |
ἀναγορεύσεις γίνεσθαι, καὶ τόπον ἀποδεῖξαι τῆ[ς] | |
στήλης τῆι ἀναθέσει ὡς ἐπιφανέστατον· δοθῆναι | |
δὲ τοῖς δικασταῖς καὶ εἰς ἱερὰ καὶ ἐπὶ ξένια τὸν ἀ- | |
15 | ποδέκτην τὸ ἐκ τῆς ἀρτύος, καλεσάτωσαν δ̣[ὲ] |
α̣ὐ̣τοὺς οἱ ἄρχοντες ἐπὶ ξένια εἰς τὸ πρυτανε̣[ῖον]· | |
[ὅπ]ως δ’ ἂγ καὶ ἀποσταλῶσιν ὡς ἀσφαλέστατα, | |
[ἐπι]μεληθῆναι τοὺς ἄρχοντας καὶ τοὺς πολεμάρ- | |
[χου]ς καὶ τοὺς ἀπολόγους· τὸ δὲ ἀνήλωμα τὸ εἰς | |
20 | [ταῦ]τα γενόμενον <⁶¹δοῦναι>⁶¹ τὸν ἀποδέκτην. vacat |
[εἶπα]ν πρόεδροι· vac. ἡιρέθηι Παρμένων Ἡρακλείτου. | |
[δικ]α̣σταί· vac. Θεμισταγόρας Ἱππία, Νέων Ναυκλεῦς, | |
[— c.5 —]ρ̣άτης vv Δράκοντος. vacat |