Honorific decree of Thasos for judges from Kos. Lower part of a stele of white marble.
[ ]
Kos Isl. — Kos — Asklepieion — ca. 300-250 BC — Chiron 29 (1999) 267, 3 — SEG 49.1108
See also:
| [— — — — — — — — — — — — — — — — —] | |
| [πρόσοδον πρὸ]ς̣ [τὴμ βουλὴν καὶ τὸν δῆμον] | |
| [π]ρ̣ώτοις μετὰ τὰ ἱερά· vac. ὅπως δὲ ἀναγορευθ[ῶσιν] | |
| ο̣ἱ̣ στέφανοι Διονυσίοις, ἐπιμεληθῆναι τοὺς [ἄρ]- | |
| χ̣οντας καὶ τὸν ἱερέα τοῦ Διονύσου· ὅπως δὲ α̣[ἱ] | |
| 5 | δεδομέναι τιμαὶ τῶι δήμωι τῶι Κώιωγ κα̣ὶ̣ |
| τοῖς δικασταῖς φανεραὶ καὶ Κώιοις γένωνται [καὶ] | |
| ἀναγραφῶσιν ἐγ Κῶι εἰς στήλην, ἑλέσθαι ἄνδρ̣[α], | |
| ὃς ἀφικόμενος εἰς Κῶ τό τε ψήφισμα ἀποδώσε̣[ι] | |
| Κ̣ώιοις καὶ ἀξιώσει αὐτοὺς τήν τε τῶν στεφά̣- | |
| 10 | νων ἀναγόρευσιμ ποιήσασθαι ἐν τοῖς ἀγῶσ[ιν], |
| οἷς νόμιμόν ἐστιν αὐτοῖς τὰς τῶν τοιούτω[ν] | |
| ἀναγορεύσεις γίνεσθαι, καὶ τόπον ἀποδεῖξαι τῆ[ς] | |
| στήλης τῆι ἀναθέσει ὡς ἐπιφανέστατον· δοθῆναι | |
| δὲ τοῖς δικασταῖς καὶ εἰς ἱερὰ καὶ ἐπὶ ξένια τὸν ἀ- | |
| 15 | ποδέκτην τὸ ἐκ τῆς ἀρτύος, καλεσάτωσαν δ̣[ὲ] |
| α̣ὐ̣τοὺς οἱ ἄρχοντες ἐπὶ ξένια εἰς τὸ πρυτανε̣[ῖον]· | |
| [ὅπ]ως δ’ ἂγ καὶ ἀποσταλῶσιν ὡς ἀσφαλέστατα, | |
| [ἐπι]μεληθῆναι τοὺς ἄρχοντας καὶ τοὺς πολεμάρ- | |
| [χου]ς καὶ τοὺς ἀπολόγους· τὸ δὲ ἀνήλωμα τὸ εἰς | |
| 20 | [ταῦ]τα γενόμενον <⁶¹δοῦναι>⁶¹ τὸν ἀποδέκτην. vacat |
| [εἶπα]ν πρόεδροι· vac. ἡιρέθηι Παρμένων Ἡρακλείτου. | |
| [δικ]α̣σταί· vac. Θεμισταγόρας Ἱππία, Νέων Ναυκλεῦς, | |
| [— c.5 —]ρ̣άτης vv Δράκοντος. vacat |