Honorific decree of Naxos for judges from Kos. Six fragments of a stele of bluish marble; c and e now missing; f now defaced.
[ ]
Kos Isl. — Kos — Asklepieion — ca. 280 BC — Paton-Hicks (1891) 16 (a) — M. Segre, Iscr. di Cos (1993) ED 129 (a) — SEG 49.1106 (a-f)
See also:
frg. a | [— — — — — — — — — — — — — — — — — —] |
[— — — — — — — —]Ν̣Β̣#⁷[— — — — — — — —] | |
[— — — βασι]λέως Πτολεμαίου καὶ τοΙ̣[— —] | |
[— — — — —] ἠ̣ιτήσατο δικαστὰς καὶ διαλλ̣[α]- | |
[κτὰς το]ὺ̣ς διακρινοῦντας περὶ τῶν ἀμφι[σ]- | |
[βητουμέ]ν̣ων συμβολαίων, καὶ ἡ πόλις ἡ τῶν | |
5 | [Κώιων ἀπέ]στειλεν ἄνδρας καλοὺς κἀγαθούς, |
[οἳ παραγε]ν̣όμενοι πρὸς ἡμᾶς περί τε τῶν ἀπο- | |
[γεγραμμέν]ων ἀμφισβητήσεων καὶ τῶν ἄλλων | |
[τῶν ἐπιτρ]α[πέ]ντων αὐτοῖς ὑπὸ τῆς πόλεως | |
[τοὺς μὲν π]λείστους τῶν διαφερομένων ἀνα- | |
10 | [καλεσάμ]ενοι πολλάκις ἐφ’ αὑτοὺς διέλυον συμφε̣- |
[ρόντως], τοὺς δὲ διέκρινομ μετὰ πάσης δικαι- | |
[οσύνης· πλεί]ονος δὲ αὐτοῖς τοῦ χρόνου γινομένου | |
[διὰ τὸ πλῆθο]ς̣ τῶν κρίσεων καὶ βουλομένων τῶν δ[ι]- | |
[καστῶν πάλιν ἀναχωρῆ]σ̣αι πρὸς τὰ ἴδια, ὁ δῆμος | |
15 | [ὁ ἡμέτερος παρεκάλεσεν αὐ]τοὺς μετὰ Βάκχωνος |
[τοῦ νησιάρχου παρ’ ἡμῖν παρα]μείναντας καὶ τὰ λο[ι]- | |
[πὰ τῶν ἐπιτραπέντων αὐτοῖ]ς ἐξαγαγόντας μέ- | |
[χρι τέλους συμπαραγίγνε]σθαι Ναξί̣ο̣ις, οἱ δὲ κα̣[ὶ] | |
[ἐν τούτοις τῶι δήμωι χαρίζε]σθαι βουλόμενοι | |
20 | [πᾶσαν φιλοτιμίαν καὶ σπου]δὴν ἐποιήσαντ[ο] |
[ὅπως — — — — — — — — — ἀ]ξίως̣ Ι̣Ι̣Γ̣[․]Ρ̣Ι̣[— —] | |
lacuna | |
frg. bcdef.22 | [— — — — — — — — — — — — — — — — — —ο]υς εἶναι |
[— — — — — — — ἐπὶ τὴν τῶν συμβ]ο̣λ̣αίων οἰκονομ̣[ί]- | |
[αν καὶ τῆς πρὸς τὸμ βασιλέα Πτο]λεμαῖον φιλίας ἕ- | |
25 | [νεκε καὶ εὐνοίας ἧς διατελεῖ] ἔ̣[χ]ο̣υσα καὶ στεφανῶ- |
[σαι αὐτὴν χρυσῶι στ]ε̣φ̣ά̣νωι τῶι ἐκ τοῦ νόμου φιλο- | |
[τιμίας ἕνεκεν κ]α̣ὶ̣ ε̣ὐνοίας τῆς πρὸς τὸν δῆμον | |
[τὸν Ναξίων· ἐπ]εὶ δὲ πάντα συντετέλεσται κατὰ τὰς | |
[εὐχὰς τὰς πρ]ότερογ γενηθείσας, ἀποδοῦναι τὰς | |
30 | [χάριτας τοῖς θ]εοῖς ὅταν ἡ βουλὴ καὶ ὁ δῆμος ψηφίση- |
[ται καὶ θῦσα]ι τῶι Σωτῆρι Πτολεμαίωι ἱερεῖον τέλει- | |
[ον· ἐπαινέσαι] δὲ καὶ τοὺς δικαστὰς vac. Ξάνθιππον | |
[— — — — —, —]λ̣ιππίδην Φωκίωνος, v Φίλιστον Ἀρεταφά- | |
[νους, v Να]σιώτ̣αν Νασιώτα, v Δείναρχον Τιμαίθου καὶ | |
35 | [στεφαν]ῶσα[ι] χρυσῶι στεφάνωι ἕκαστον αὐτῶν |
[τῶι ἐκ τ]οῦ νόμου καὶ ἀνειπεῖν τὸν στέφανον τὸγ | |
γ[ραμμα]τέα τῆς βουλῆς ἐν τῶι θεάτρωι Διονυσίων | |
τῶ[ν μεγά]λων τραγωιδοῖς, ὅτι «ὁ δῆμος ὁ Ναξίων | |
στ[εφανο]ῖ χρυσῶι στε[φά]νωι τόν τε δῆμον τὸγ Κώι- | |
40 | ων κ[αὶ το]ὺς δικαστὰς [τ]οὺς Κώιους ἀρετῆς ἕνε- |
κα κα̣[ὶ εὐ]νοίας καὶ δικα[ιο]σ̣ύνης», ἀναγγέλλοντα {ς} | |
πατρ[όθε]ν ἕκ[α]στον αὐ[τῶ]ν̣· εἶναι δὲ αὐτοὺς καὶ προ- | |
ξένου[ς καὶ εὐ]εργέτας τ̣ο̣[ῦ] δήμου τοῦ Ναξίων καὶ | |
α̣ὐτοὺ[ς καὶ ἐκ]γόνους τοὺς τούτων, ὑπάρχειν δ’ αὐ- | |
45 | [τ]ο̣ῖς κα[ὶ πρὸς] τὴμ βουλὴν καὶ τὸν δῆμον πρόσοδον |
[πρ]ώ̣τοις [μετὰ] τὰ ἱερά, εἶναι δὲ αὐτοῖς ἐν σύλοις ἀσυ- | |
[λία]ν κα[ὶ ἐμ πο]λ̣έμωι εἰρήνην καὶ προεδρίαν ἐν τοῖς | |
[ἀγῶσι]ν οἷ[ς ὁ δῆμο]ς τίθησι· ὑπὲρ δὲ πολιτείας ὅπως αὐ- | |
[τοῖς δοθῆι προγ]ραψάσθων οἱ στρατηγοὶ κατὰ τοὺς | |
50 | [νόμους ἐν τοῖς] χρόνοις τοῖς ἐκ τῶν νόμων, τοὺς δὲ |
[ταμίας τοὺς π]ερὶ Εὐφάνην καὶ Μνησέαν δοῦναι τοῖς | |
[δικασταῖς εἴς] τε τὸν στέφανον καὶ εἰς θυσίαν καὶ | |
[εἰς ξένια καὶ εἰ]ς ἀπόστολον ἑκάστωι χιλίας δραχμάς· | |
[ὅπως δὲ καὶ μν]ημονεύηται εἰς τὸν ἅπαντα χρόνον | |
55 | [ἥ τε τοῦ δήμο]υ̣ τοῦ Κώιων πρὸς τὸν δῆμον τὸν Ναξ[ί]- |
[ων εὔνοια καὶ ἡ τ]ῶ̣ν δικαστῶν ἀρετὴ καὶ δικαιοσύνη | |
[ἡ περὶ τὴν πόλιν] τὴν Ναξίων, ἐπιμεληθῆναι τοὺς στρα- | |
[τηγοὺς τοὺς π]ε̣ρὶ Διοννῆν καὶ τὸγ γραμματέα τῆς | |
[βουλῆς, ὅπως ἀν]α̣γραφῆι τόδε τὸ ψήφισμα εἰς στήλην | |
60 | [λιθίνην καὶ ἀνατεθ]ε̣ῖ εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ |
[Δηλίου, τὸ δὲ ἀργύριον εἰς τὴν ἀναγραφὴν] δ̣όντω̣ν̣ | |
[οἱ ταμίαι — — — — — — — ? — — — — — — — vacat?] |