Honorific decree of Antimachia for Perikles.  Stele of white marble, nearly intact; now missing.
[ ] Kos Isl. — Antimachia — aft. mid-2nd c. BC — Paton-Hicks (1891) 384 — SGDI III,1 (1895) 3720
See also:
       vacat 0,03      〚— — erasum — —〛      vacat 0,03
[ἐ]πὶ μο̣νάρχου Φα[ι]νίππ̣[ου], μ̣η[νὸ]ς̣ Πανάμου ἀμφεικάδι,
[ἔδ]οξε τοῖς φυλέταις· ἐ[π]ειδὴ Περικλῆς Νικάρχου αὐτ[ὸς]
ὑ̣π[ομ]είνας ἀρχεύειν τάς τε θυσίας ἐξέθυσε τοῖς θεοῖ[ς]
μεγαλομερῶς καὶ ἀξίως αὑτοῦ τε καὶ τῶν φυλετᾶν, πο[η]-
5 σά[μεν]ος αὐτῶν καὶ τὰν ὑποδοχὰν φιλοδόξως καὶ ε[ὐνοϊ]-
[κ]ῶς, βουλόμενος ἐναποδείκνυσθαι τὰν ποτ’ αὐτὸς εὔ-
νοιαν· ὅπως οὖν καὶ τοὶ φυλέται φαίνωνται ἐπισαμα̣ι̣ν̣ό-
μενοί τε καὶ τιμῶντες τὸς ἀγαθὸς τῶν ἀνδρῶν ἐπί τε τᾶ[ι]
[π]οτὶ τὸς θεὸς εὐσεβείαι καὶ τᾶι ποτ’ αὐτὸς εὐνοίαι τε κα[ὶ]
10 [φι]λοδοξίαι, τοί τε λοιποὶ τοὶ μετὰ ταῦτα αἱρεύμενοι ἀρ-
[χ]εύοντες θεωρεῦντες τὰν παρὰ τῶν φυλετᾶν ἐπισαμα[σί]-
[α]ν τε καὶ εὔνοιαν πολὺ προθυμότεροι γίνωνται, δεδόχθ[αι]
[κ]υρωθέντος τοῦδε τοῦ ψαφίσματος ἐπαινέσαι καὶ στεφ[α]-
[ν]ῶσαι αὐτὸν στεφάνωι χρυσέωι ἀπὸ χρυσῶν v Δ v ἀρετ[ᾶς]
15 ἕνεκα καὶ εὐνοίας τᾶς εἰς αὐτούς· ἀποδότω δὲ α[ὐ]τῶι ὁ
ταμίας καὶ τὸν στέφ[ανο]ν τὸν κατὰ τὸν νόμον (δρ.) Η· ἐξ[ῆ]-
μεν δὲ αὐτῶι καὶ εἴ κα [δ]ήληται ἀναγράψαντα τόδε τὸ [ψά]-
[φισ]μα ἐς στάλαν λιθίναν ἀναθέμεν παρὰ τὸς [β]ωμὸς
τὸς πατρίος. ψᾶφοι ἐπιδιδοῦσαι τὸν στέφανον Η̣Η̣ΔΔ̣Δ̣,
20 [ἐ]ναντ[ί]α οὐδεμία.
Search Help
Contact Us