Honorific decree of Antimachia for Perikles. Stele of white marble, nearly intact; now missing.
[ ]
Kos Isl. — Antimachia — aft. mid-2nd c. BC — Paton-Hicks (1891) 384 — SGDI III,1 (1895) 3720
See also:
vacat 0,03 〚— — erasum — —〛 vacat 0,03 | |
[ἐ]πὶ μο̣νάρχου Φα[ι]νίππ̣[ου], μ̣η[νὸ]ς̣ Πανάμου ἀμφεικάδι, | |
[ἔδ]οξε τοῖς φυλέταις· ἐ[π]ειδὴ Περικλῆς Νικάρχου αὐτ[ὸς] | |
ὑ̣π[ομ]είνας ἀρχεύειν τάς τε θυσίας ἐξέθυσε τοῖς θεοῖ[ς] | |
μεγαλομερῶς καὶ ἀξίως αὑτοῦ τε καὶ τῶν φυλετᾶν, πο[η]- | |
5 | σά[μεν]ος αὐτῶν καὶ τὰν ὑποδοχὰν φιλοδόξως καὶ ε[ὐνοϊ]- |
[κ]ῶς, βουλόμενος ἐναποδείκνυσθαι τὰν ποτ’ αὐτὸς εὔ- | |
νοιαν· ὅπως οὖν καὶ τοὶ φυλέται φαίνωνται ἐπισαμα̣ι̣ν̣ό- | |
μενοί τε καὶ τιμῶντες τὸς ἀγαθὸς τῶν ἀνδρῶν ἐπί τε τᾶ[ι] | |
[π]οτὶ τὸς θεὸς εὐσεβείαι καὶ τᾶι ποτ’ αὐτὸς εὐνοίαι τε κα[ὶ] | |
10 | [φι]λοδοξίαι, τοί τε λοιποὶ τοὶ μετὰ ταῦτα αἱρεύμενοι ἀρ- |
[χ]εύοντες θεωρεῦντες τὰν παρὰ τῶν φυλετᾶν ἐπισαμα[σί]- | |
[α]ν τε καὶ εὔνοιαν πολὺ προθυμότεροι γίνωνται, δεδόχθ[αι] | |
[κ]υρωθέντος τοῦδε τοῦ ψαφίσματος ἐπαινέσαι καὶ στεφ[α]- | |
[ν]ῶσαι αὐτὸν στεφάνωι χρυσέωι ἀπὸ χρυσῶν v Δ v ἀρετ[ᾶς] | |
15 | ἕνεκα καὶ εὐνοίας τᾶς εἰς αὐτούς· ἀποδότω δὲ α[ὐ]τῶι ὁ |
ταμίας καὶ τὸν στέφ[ανο]ν τὸν κατὰ τὸν νόμον (δρ.) Η· ἐξ[ῆ]- | |
μεν δὲ αὐτῶι καὶ εἴ κα [δ]ήληται ἀναγράψαντα τόδε τὸ [ψά]- | |
[φισ]μα ἐς στάλαν λιθίναν ἀναθέμεν παρὰ τὸς [β]ωμὸς | |
τὸς πατρίος. ψᾶφοι ἐπιδιδοῦσαι τὸν στέφανον Η̣Η̣ΔΔ̣Δ̣, | |
20 | [ἐ]ναντ[ί]α οὐδεμία. |