Decree of the phylai of Halasarna concerning the creation of a catalog of participants in the rites of Apollo and Herakles. Octagonal column capital, inscribed on eight sides.
[ ]
Kos Isl. — Antimachia — ca. 180 BC — Paton-Hicks (1891) 367 — ASAA 41-42 (1963-64) 183, XXVI A — F. Sokolowski, LSCG (1969) 173
See also:
side A.cymatium.1 | ἐπὶ μονάρχ[ο]υ Πραξ̣[ιμέ]- |
[ν]ευς, μηνὸς Ὑακινθίου, | |
3 | ἔδοξε ταῖς φυλαῖς αἷς |
μέτεστι τῶν ἱερῶν Ἀ- | |
5 | πόλλωνος καὶ Ἡρακλεῦς |
ἐν Ἁλασάρναι· v Εὐφίλη- | |
τος Παρμενίσκου τοῦ | |
Φιλόφρονος εἶπε· v ἐπει- | |
δὴ συνβαίνει δυσεπι- | |
10 | γνώστος ἦμεν τὸς ἀ- |
ναγεγραμμένος τῶι θε- | |
ῶι διὰ τὸν χρόνον, v ὅ- | |
πως οὖν ἐπιγνωσθῶν- | |
τι τοῖς τε ὑποδεχομέ- | |
15 | νοις εὐπαρακολούθη- |
τον ὑπάρχῃ τὸ π[λῆ]θ[ος] | |
side B.17 | τῶν μετεχόντων τοῦ ἱε- |
ροῦ, v δεδόχθαι, κυρω- | |
θέντος τοῦδε τοῦ ψα- | |
20 | φίσματος· ἀπογράφεσ- |
θαι τὸς μετέχοντας | |
τοῦ ἱεροῦ, τὸς μὲν ἐνδά- | |
μος ἀρξαμένος ἀπὸ τᾶς | |
τρίτας τοῦ Ὑακινθίου | |
25 | ἔστε καὶ τὰν τριακά- |
δα τοῦ Ἀλσείου, τὸς δὲ ἀ- | |
ποδάμος ἀπογραφόν- | |
τω τοὶ ἐπίτροποι, εἰ δὲ | |
μή, ἀπογραφέσθων αὐ- | |
30 | τοὶ ἐπεί κα παραγ̣ένη̣- |
side C.31 | ται ἐν τριμήνωι τὸ ὄνο- |
μα πατριαστὶ ποτὶ τὸς | |
ναποίας, ἐξαγευμέ- | |
νος καὶ τὰν φυλὰν καὶ | |
35 | τᾶς ματρὸς τὸ ὄνομα |
καὶ τίνος τ̣ῶν πολιτᾶν | |
θυγάτη̣ρ̣ ὑ̣πάρχει· οἷς | |
<δὲ> δέδοται ἁ πολιτεία, κα- | |
τὰ τίνα νόμον ἢ δόγμα | |
40 | κοινὸν τοῦ παντὸς δά- |
μου, ποταπογραφέσ- | |
θων δὲ καὶ τὰν πατρίδα | |
καὶ τίνος θ̣[υγ]ά̣<⁶¹τηρ>⁶¹ καὶ | |
ἁ μάτη[ρ γέγον]ε. ὅπω[ς] | |
side D.45 | δὲ μηθένα λάθῃ ἁ ἀπο- |
γραφά, τοὶ ναποῖαι τοῖς | |
Ἡρακλείοις, ἐπεί κα μέλ- | |
λωντι κλείνεσθαι τοὶ | |
φυλέται, προκαρυσσόν- | |
50 | τω ἀπογράφεσθαι κα- |
τὰ τὰ προγεγραμμένα, | |
καὶ ἐν τῶι συλλόγ<ω>ι τὸ | |
αὐτὸ ποιεύντω· vac. κα- | |
τὰ ταὐτὰ δὲ καὶ ἐν | |
55 | τῶι Δαλίωι μηνί, ἀρξά- |
μενοι ἀπὸ τᾶς τετρά- | |
δος ἐς ὅ κα συντελεσ- | |
θῶ̣ντι τ̣αὶ παναγύρ̣ε̣ι̣ς̣ | |
side E.59 | προκαρυσσόντω καὶ |
60 | ἀπογραφόντω· vac. ἐχόν- |
τω δὲ καὶ ἐμ πόλει ἐκ- | |
χθέματα κατὰ τὰν ἀ- | |
γορὰν ὅπει κα αὐτοῖς | |
δοκῇ ἐπιτάδειον ἦ- | |
65 | μεν· vac. ἐν δὲ τῶι δάμωι |
τὸ ψάφισμα τόδε ἀνα- | |
γράψαντες εἰς λεύκω- | |
μα ἐκτιθέντω πᾶσαν | |
ἁμέραν φανερὸν σκο- | |
70 | πεῖν τῶι χρῄζοντι ὅμ- |
περ χρόνον καὶ ἁ ἀπο- | |
[γ]ραφὰ ὑπάρχει· καὶ τὸς | |
side F.73 | ἀπογραψαμέν<ο>ς κα- |
ταχρηματιζόντω | |
75 | καθότι καὶ τἆλλα |
γράμματα χρηματί- | |
ζοντι· vac. ἐχόντω δὲ | |
καὶ παρ’ αὐτοῖς ἐν λευ- | |
κώματι κατὰ γράμμα | |
80 | ἀναγεγραμμένος ἑ- |
ξὰν ἀπὸ τοῦ ἄλφ̣α | |
καὶ παραδιδόντω | |
τοῖς μεθ’ αὑτὸς̣ α̣ἱ̣ρ̣ευ̣- | |
μένοις, καὶ τὸς ἀπ̣[ο]- | |
85 | γραφομένος ἀεὶ πο̣τ̣[α]- |
ναγραφόντω. vac. τ̣[ο]ὶ [δὲ] | |
side G.87 | ἀρχεύοντες καὶ τοὶ ἐπι- |
μήνιοι διδόντω τὰς με- | |
ρίδας ἀντεφορῶντες | |
90 | ἐκ τοῦ λευκώματος, |
καὶ τοὶ ναποῖαι τὸς ἐπ[ι]- | |
β̣αλλομένος ἐς τὰν ἱ̣ε̣- | |
ρ̣ατείαν τὸν κλᾶρον ἑλ̣- | |
κ̣όντω ἀντεφορῶντε[ς] | |
95 | ἐκ τοῦ λευκώματος. |
ὅπως δὲ καὶ εὐσαμοτέ̣- | |
ρα ὑπάρχῃ ἁ ἀναγραφά, το[ὶ] | |
ναπόαι ἀναγραψάντω- | |
[σα]ν τόδε τὸ ψάφισμα ἐ[ς] | |
100 | [στ]άλαν καὶ τὸς [οὕ]τ̣ω̣ς̣ π[ο]- |
side H.101 | ταναγραφομένος, καθότ[ι] |
αὐτοῖς καὶ ἐς τὸ λεύκωμα | |
ἀ̣ν̣αγ̣ρ̣ά̣φεν ἐπιτέτακται· | |
τ̣[ὰ]ν̣ δ̣ὲ̣ γενομέναν δαπά- | |
105 | ν̣[αν] ἐ̣ς̣ τὰν ἀναγραφὰν τ[ε]- |
[λ]ε̣σάντω τοὶ ναπόαι ἀπὸ | |
[τῶν ὑ]π̣α̣ρ̣χόντων τοῖς θε- | |
ο[ῖς χρη]μ̣άτων καὶ ἀπολογ[ι]- | |
[ξά]σ̣[θ]ω̣ν̣ μετὰ τὰς ἄλλας δα̣- | |
110 | [π]άνα̣ς. αἰ δέ κά τις τῶν ἀρ- |
[χό]ντων ἀπειθῇ τοῦδε τοῦ | |
ψαφίσματος, πεντακατίας | |
[δ]ρ̣α̣[χ]μὰς ἀποτεισάτω ἱε- | |
[ρὰς τοῦ Ἀ]πόλλωνος. |