Decree of the phylai of Halasarna concerning the creation of a catalog of participants in the rites of Apollo and Herakles.  Octagonal column capital, inscribed on eight sides.
[ ] Kos Isl. — Antimachia — ca. 180 BC — Paton-Hicks (1891) 367 — ASAA 41/42 (1963/64) 183, XXVI A — F. Sokolowski, LSCG (1969) 173
side A.cymatium.1 ἐπὶ μονάρχ[ο]υ Πραξ̣[ιμέ]-
[ν]ευς, μηνὸς Ὑακινθίου,
3 ἔδοξε ταῖς φυλαῖς αἷς
μέτεστι τῶν ἱερῶν Ἀ-
5 πόλλωνος καὶ Ἡρακλεῦς
ἐν Ἁλασάρναι· v Εὐφίλη-
τος Παρμενίσκου τοῦ
Φιλόφρονος εἶπε· v ἐπει-
δὴ συνβαίνει δυσεπι-
10 γνώστος ἦμεν τὸς ἀ-
ναγεγραμμένος τῶι θε-
ῶι διὰ τὸν χρόνον, v ὅ-
πως οὖν ἐπιγνωσθῶν-
τι τοῖς τε ὑποδεχομέ-
15 νοις εὐπαρακολούθη-
τον ὑπάρχῃ τὸ π[λῆ]θ[ος]
side B.17 τῶν μετεχόντων τοῦ ἱε-
ροῦ, v δεδόχθαι, κυρω-
θέντος τοῦδε τοῦ ψα-
20 φίσματος· ἀπογράφεσ-
θαι τὸς μετέχοντας
τοῦ ἱεροῦ, τὸς μὲν ἐνδά-
μος ἀρξαμένος ἀπὸ τᾶς
τρίτας τοῦ Ὑακινθίου
25 ἔστε καὶ τὰν τριακά-
δα τοῦ Ἀλσείου, τὸς δὲ ἀ-
ποδάμος ἀπογραφόν-
τω τοὶ ἐπίτροποι, εἰ δὲ
μή, ἀπογραφέσθων αὐ-
30 τοὶ ἐπεί κα παραγ̣ένη̣-
side C.31 ται ἐν τριμήνωι τὸ ὄνο-
μα πατριαστὶ ποτὶ τὸς
ναποίας, ἐξαγευμέ-
νος καὶ τὰν φυλὰν καὶ
35 τᾶς ματρὸς τὸ ὄνομα
καὶ τίνος τ̣ῶν πολιτᾶν
θυγάτη̣ρ̣ ὑ̣πάρχει· οἷς
<δὲ> δέδοται ἁ πολιτεία, κα-
τὰ τίνα νόμον ἢ δόγμα
40 κοινὸν τοῦ παντὸς δά-
μου, ποταπογραφέσ-
θων δὲ καὶ τὰν πατρίδα
καὶ τίνος θ̣[υγ]ά̣<⁶¹τηρ>⁶¹ καὶ
ἁ μάτη[ρ γέγον]ε. ὅπω[ς]
side D.45 δὲ μηθένα λάθῃ ἁ ἀπο-
γραφά, τοὶ ναποῖαι τοῖς
Ἡρακλείοις, ἐπεί κα μέλ-
λωντι κλείνεσθαι τοὶ
φυλέται, προκαρυσσόν-
50 τω ἀπογράφεσθαι κα-
τὰ τὰ προγεγραμμένα,
καὶ ἐν τῶι συλλόγ<ω>ι τὸ
αὐτὸ ποιεύντω· vac. κα-
τὰ ταὐτὰ δὲ καὶ ἐν
55 τῶι Δαλίωι μηνί, ἀρξά-
μενοι ἀπὸ τᾶς τετρά-
δος ἐς ὅ κα συντελεσ-
θῶ̣ντι τ̣αὶ παναγύρ̣ε̣ι̣ς̣
side E.59 προκαρυσσόντω καὶ
60 ἀπογραφόντω· vac. ἐχόν-
τω δὲ καὶ ἐμ πόλει ἐκ-
χθέματα κατὰ τὰν ἀ-
γορὰν ὅπει κα αὐτοῖς
δοκῇ ἐπιτάδειον ἦ-
65 μεν· vac. ἐν δὲ τῶι δάμωι
τὸ ψάφισμα τόδε ἀνα-
γράψαντες εἰς λεύκω-
μα ἐκτιθέντω πᾶσαν
ἁμέραν φανερὸν σκο-
70 πεῖν τῶι χρῄζοντι ὅμ-
περ χρόνον καὶ ἁ ἀπο-
[γ]ραφὰ ὑπάρχει· καὶ τὸς
side F.73 ἀπογραψαμέν<ο>ς κα-
ταχρηματιζόντω
75 καθότι καὶ τἆλλα
γράμματα χρηματί-
ζοντι· vac. ἐχόντω δὲ
καὶ παρ’ αὐτοῖς ἐν λευ-
κώματι κατὰ γράμμα
80 ἀναγεγραμμένος ἑ-
ξὰν ἀπὸ τοῦ ἄλφ̣α
καὶ παραδιδόντω
τοῖς μεθ’ αὑτὸς̣ α̣ἱ̣ρ̣ευ̣-
μένοις, καὶ τὸς ἀπ̣[ο]-
85 γραφομένος ἀεὶ πο̣τ̣[α]-
ναγραφόντω. vac. τ̣[ο][δὲ]
side G.87 ἀρχεύοντες καὶ τοὶ ἐπι-
μήνιοι διδόντω τὰς με-
ρίδας ἀντεφορῶντες
90 ἐκ τοῦ λευκώματος,
καὶ τοὶ ναποῖαι τὸς ἐπ[ι]-
β̣αλλομένος ἐς τὰν ἱ̣ε̣-
ρ̣ατείαν τὸν κλᾶρον ἑλ̣-
κ̣όντω ἀντεφορῶντε[ς]
95 ἐκ τοῦ λευκώματος.
ὅπως δὲ καὶ εὐσαμοτέ̣-
ρα ὑπάρχῃ ἁ ἀναγραφά, το[ὶ]
ναπόαι ἀναγραψάντω-
[σα]ν τόδε τὸ ψάφισμα ἐ[ς]
100 [στ]άλαν καὶ τὸς [οὕ]τ̣ω̣ς̣ π[ο]-
side H.101 ταναγραφομένος, καθότ[ι]
αὐτοῖς καὶ ἐς τὸ λεύκωμα
ἀ̣ν̣αγ̣ρ̣ά̣φεν ἐπιτέτακται·
τ̣[ὰ]ν̣ δ̣ὲ̣ γενομέναν δαπά-
105 ν̣[αν] ἐ̣ς̣ τὰν ἀναγραφὰν τ[ε]-
[λ]ε̣σάντω τοὶ ναπόαι ἀπὸ
[τῶν ὑ]π̣α̣ρ̣χόντων τοῖς θε-
ο[ῖς χρη]μ̣άτων καὶ ἀπολογ[ι]-
[ξά]σ̣[θ]ω̣ν̣ μετὰ τὰς ἄλλας δα̣-
110 [π]άνα̣ς. αἰ δέ κά τις τῶν ἀρ-
[χό]ντων ἀπειθῇ τοῦδε τοῦ
ψαφίσματος, πεντακατίας
[δ]ρ̣α̣[χ]μὰς ἀποτεισάτω ἱε-
[ρὰς τοῦ Ἀ]πόλλωνος.
Search Help