Honorific decree of Antimachia for the hierotamiai Philippos and Nikias. Marble stele, preserved at the sides.
[ ]
Kos Isl. — Antimachia — ca. 190 BC — Paton-Hicks (1891) 383 — SGDI III,1 (1895) 3719
See also:
[— — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — —]ΟΤΕ[․] ἄνδρε[ς κα]- | |
[τὰ τὸ ψάφισμ]α τὸ κυρωθὲν ἐπ’ Ἀριστοφάνευς | |
[— (mensis) — δε]κάται· Κλεῖνος Κληναγόρα, Μικίων | |
[— — —]δάμου εἶπαν ∶ ἐπειδὴ Φίλιππος Φιλιστεῦς | |
5 | [καὶ Ν]ικίας Ἀριστοκλείδα γενόμενοι ἱεροταμίαι̣ |
[π]ολλὰς καὶ μεγάλας παρέσχηνται χρείας | |
τῶι δάμωι, τῶν τε χρημάτων ὧν ὤφειλε ἁ πόλις̣ | |
ἀποδοθέντων ἐπὶ τᾶς αὐτῶν ἀρχᾶς προενοήθ̣η̣- | |
σαν ὅπως δανεισθῇ ἐπὶ ὑποθέμασιν ἀξιοχρέοι[ς], | |
10 | χρήματά τε ἐκ τῶν ἰδίων προεισήνεγκαν, ὅπω[ς] |
ταὶ πόθοδοι ἐπαυξηθῶντι τῶι δάμωι καὶ ταὶ θυ- | |
σίαι συντελῶνται τοῖς θεοῖς καὶ ταὶ ὑποδοχα[ὶ] | |
τῶν δαμοτᾶν ταὶ γινόμεναι κατ’ ἐνιαυτὸν [καὶ] | |
ὅ τε ἱερεὺς καὶ τοὶ ἱεροποιοὶ συντελῶντι τὰ[ς] | |
15 | θυσίας κατὰ τὰν ἱερὰν διαγραφάν· τοῖς τε ἄ̣[λ]- |
λοις ἱερεῦσι καὶ ἱερείαι, τοί ἐντι δαμοτελ̣[εῖς], | |
καὶ ἐς ταῦτα̣ αὑτοὺς ἐπέδωκαν ὅπως ἁ δι[α]- | |
[γραφὰ — — — — — —]ιεν· τᾶι δὲ ἀ[φί]ξει [․․] | |
[— — — — — — — — — — — — — — — — —] |