Honorific decree of the Aigelioi for the physician Anaxippos. Pedimental stele of white marble, broken at the bottom.
[ ]
Kos Isl. — Kos — Asklepieion — early 2nd c. BC — ZPE 25 (1977) 270, 2 — SEG 27.513 — É. Samama, Les médecins (2003) 238, 130
See also:
vacat 0,055 | |
ἐπ’ Εὐτυχίδα, Ἀλσείου νευμηνίαι· ἔδοξε̣ | |
τῶι δάμωι τῶι Αἰγηλίων· ἐπειδὴ Ἀνά- | |
ξιππος Ἀλεξάνδρου ἰατρὸς κατασ- | |
ταθεὶς ὑπὸ τᾶς ἐκκλησίας ἔτη καὶ | |
5 | πλείω κατά τε τὰν τέχναν καὶ τὸμ̣ |
βίον ἐπαίνου ἀξίως ἀνέστραπται̣ | |
πολλούς τε τῶν πολιτᾶν εἰς μεγά- | |
λας ἀρρωστίας ἐμπεσόντας καὶ κιν- | |
δύνους τοὺς ἐσχάτους διέσωισε οὐ- | |
10 | θὲν ἐλλείπων φιλοτιμίας· ὅπως οὖν κα[ὶ] |
ὁ̣ δᾶμος φαίνηται καταξίας χάριτας | |
[ἀ]ποδιδοὺς τοῖς αὑτὸν εὐεργετεῖν | |
[π]ροαιρουμένοις τοί τε ἐπιγινόμενοι | |
πολὺ προθυμοτέρος αὑτὸς παρασκευ- | |
15 | άζωντι ἐς τὰ συμφέροντα τῶι δάμωι, δεδ[ό]- |
χθαι τῶι δάμωι τῶι Αἰγηλίων· ἐπαινέσα[ι] | |
[τ]ε̣ Ἀνάξιππον ἐπὶ τᾶι ἐκτενείαι καὶ τέ̣[χ]- | |
[ναι — —]ν̣[— —]ε̣ται τὸς πο[λίτας — — —] | |
[— — — — — — — — — — — — — — —] |