Honorific decree of Halasarna for Theukles.  Stele of white marble.
[ ] Kos Isl. — Halasarna (Kardamaina) — sh. aft. 200 BC — Klio 2 (1902) 321-325 — Syll.³ 569 — Maier, Mauerbauinschriften I (1959) 174, 46
See also:
cymatium.1                  [ἔδοξε τῶι δάμωι]
   vacat 0,05
2   τῶι Ἁλ[ασ]αρ[νιτ][ν, ναποῖαι εἶπαν Νίκαρχος Χ]α̣ρμίπ̣[που, Τιμασικλῆς]
  Ἡρακλείτου, Νοσσύ[λος Πολυμνάστου]· ἐπειδὴ Θε̣υκ̣[λῆς διατελεῖ]
  τὸν εὐνούστατον τρόπο[ν δ]ιακείμενος ποτὶ τὸν δᾶμον τ[ὸν Ἁλασαρ]-
5   νιτᾶν κρίνων καθῆκον ἦμεν ἐν τοῖς ἀναγκαιοτάτοις τῶγ καιρῶ[ν ἀ]-
  ποδείξεις ποιεῖσθαι τᾶς αὑτοῦ αἱρέσιος ἔν τε τῶι Κρητικῶι πολέμ[ωι]
[ἰδ]ὼν τὸς ἐπικαιροτάτος τῶν τόπων ἀνωχύρος ἐόντας καὶ ποτιδεομ[ένος]
[β]οαθείας, ψαφιξάμενος καὶ πορίσας εἰς ταῦτα χρήματα προενοιήθη τοῦ̣ [κα]-
  τὰ τάχος ἀποχυρωθέντος τοῦ περιπολίου ἐν ἀσφαλείαι ὑπάρχεν τὸς κα-
10   τοι[κο]ῦντας μετὰ τέκνων καὶ γυναικῶν, προενοιήθη δὲ καὶ τῶν ἄλλων
  τῶν διατεινόντων εἰς τὰν Ἁλασαρνιτᾶν ἀσφάλειάν τε καὶ σωτηρίαν,
  σπουδᾶς καὶ φιλοτιμίας οὐθὲν ἐνλείπων· ἔν τε τῶι συνεστακότι πολέ-
  μωι προορώμενος τάν τε τῶν ἐναντίων ἐπιβολὰν καὶ τὸ μέγεθος τοῦ
  κινδύνου πεπόρικε πλῆθος ἱκανὸν χρημάτων εἴς τε τὰν ἐπιμέλειαν
15 @@KAI\ <61KATA>61SKEUA\N TW=N TEIXE/WN: SPEU/DWN TE KAI\ EI)S TO\N META\ TAU=TA
  χρόνον ἄθικτον τὰν ὑποθήκαν τοῖς περιπολίοις ὑπάρχεν, πεπολίτευται
  συνφέρουσαν καὶ δυνατὰν διοίκησιν ποιησάμενος κατὰ τῶν ἀπειθούν-
  των τοῖς δόγμασιν τᾶς ἐκκλησίας· τῶν τε ὑπεναντίων ἐπιβαλομένων
  λ̣έμβοις τε καὶ ἄλλοις πλοίοις καὶ πλήοσιν ἐπί τε τὰν πόλιν καὶ τὰν χώραν,
20   ψαφιζόμενος περί τε τῶν ἄλλων τῶν διατεινόντων ποτὶ τὰν κοινὰν ἀσ-
φάλειάν τε καὶ σωτηρίαν καὶ περὶ τᾶς κατὰ γράμμα πάλιν ἐσσευμένας φυ-
λακᾶς ἀπέλυσε τὸς δαμότας τᾶς κατὰ πόλιν φυλακᾶς, νομίζων δεῖν
  μένοντας ἐπὶ τῶν ἰδίων τόπων συνδιατηρῆσαι τὰ φρούρια, ἀκολούθως
  δὲ τᾶι τῶν καιρῶν περιστάσει καθιστὰς φυλακὰν τᾶς πόλιος ἐφρόντιξεν
25   τὸν ἐκτενέστατον τρόπον καὶ τοῦ περιπολίου, ποτίθεσιν ποιησάμενος
  τοῦ τε πλήθους τῶν φυλάκων καὶ τᾶς μισθοδοσίας· ἐμβολᾶν τε γινομενᾶν
  ἐς τὰν χώραν συνγράφων περὶ προφυλακᾶς ἱππέων τε καὶ πεζῶν προε-
  νοιήθη καὶ τᾶς Ἁλασαρνιτᾶν ἀσφαλείας, ποτίταγμα δοὺς τοῖς ἐπὶ τού-
  των τεταγμένοις συνδιατηρῆσαι τὸς τόπος, ἐπελθόντων δὲ καὶ
30   τῶν δαμοτᾶν ἐπί τε τὰν βουλὰν καὶ τὸν πάντα δᾶμον καὶ ἀπολογιξαμέ-
  νων ἃ μὲν ἀχρεῶσθαι τῶν ὅπλων, ἃ δὲ καὶ ποτιδεῖσθαι τὸ παράπαν κα-
  τασκευᾶς, προαιρεύμενος κατὰ δύναμιν τὰν αὑτοῦ πάντα πράσ-
  σεν τὰ συνφέροντα τῶι δάμωι, πεπόρικε χρήματα εἰς τὸν καθοπλισ-
  μὸν τῶν τεταγμένων ἐπὶ τᾶς φυλακᾶς τοῦ περιπολίου, προχρησαμένο[υ]
35 τε τοῦ σύμπαντος δάμου τὰ ὑπάρχοντα ξύλα εἰς τὰν κατασκευὰν
τᾶς στοᾶς εἰς τὰς τοῦ πολέμου χρείας, ἐφρόντιξεν περὶ τᾶς ἀποκατ̣[α]-
στάσιος, προεισευπορήσας ἐκ τῶν ἰδίων ἄτοκα τὰ χρήματα, ἔν τε τοῖς ἄλ-
λοις τοῖς διατείνουσιν ποτὶ τὰν φυλακὰν καὶ ἀσφάλειαν διατελεῖ πάντα τὰ δυνα-
τὰ καὶ πράσ<σ>ων καὶ γράφων· ὅπως οὖν καὶ ὁ̣ δᾶμος ὁ Ἁλασαρνιτᾶν, καθότι πάτρι-
40 όν ἐστιν αὐτῶι, φαίνηται τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν τιμῶν καταξίως τῶν
γινομένων εἰς αὑτὸν εὐεργετημάτων, Θευκλῆς τε τυχὼν τῶν τιμ[ί]-
ων πολὺ προθυμότερον αὑτὸν παρέχηται εἰς τὰ τοῦ δάμου χρήσιμα, vac.
δεδόχθαι ἐπαινέσαι Θευκλῆ Ἀγλάου ἀρετᾶς ἕνεκα καὶ εὐνοίας τᾶς ἔς [τε]
πολίτας πάντας καὶ ἐς τὸν δᾶμον τὸν Ἁλασαρνιτᾶν, στεφανῶσαι δὲ αὐ-
45 [τὸν] στεφάνωι χρυσέωι ἀπὸ χρυσῶν Ἀλεξα<ν>δρείων νʹ, τοὶ δὲ ναποῖα̣[ι]
[ἐγ]δόντω ἀναγράψαι τὸ ψάφισμα τόδε εἰστάλαν λιθίναν κα ἀναθέντω̣
[ἐν] τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ ἐν Ἁλασάρναι εἰς τὸν ἐπιφανέ%⁸¹-
[σ]τ̣ατον τόπον.                          vacat
Search Help
Contact Us