Honorific decree of Halasarna for Diokles.  Two fragments of a stele of gray marble.
[ ] Kos Isl. — Halasarna (Kardamaina) — sh. aft. 200 BC — SbBerlin (1901.1) 472, 1 (b) — Chiron 28 (1998) 116, 12 (ab) — SEG 48.1104
See also:
1                          ἔ̣δ̣οξε τ̣ῶι̣ δάμω̣ι
vacat    τῶι Ἁλασαρνιτᾶν, ναποῖαι εἶπαν Νίκαρχος Χαρμίππου,   vacat
Τιμασικλῆς Ἡρακλείτου, Νοσσύλος Πολυμνάστου· v ἐπειδὴ Διοκλῆς
Λεωδάμαντος ἀκόλουθα πράσσων τᾶι παραδεδομέναι διὰ προγόνων κα[λο]-
5 κἀγαθίαι διατετέλεκε τὰν πᾶσαν σπουδὰν καὶ πρόνοιαν ποιεύμενος̣
ὑπὲρ [το] δάμου τοῦ Ἁλασαρνιτᾶν ἔν τε τοῖς πολέμοις ποτὶ τὸ δια[φυ]-
λάσσ̣ε̣[ι]ν τὸ περιπόλιον καὶ τὸς κατοικεῦ<ν>τας τὰν χώραμ τὰ ἄρισ[τα]
βουλευόμενος καὶ ἑαυτὸν ἐπιδιδοὺς ἐς πάντα <κ>ίνδυνον ὑπὲρ τούτ[ου],
καθ’ ὃμ μὲγ γὰρ καιρὸν ποταγγέλλετο ἐν τῶι Κρητικῶι πολέμωι ἐπιβο[υ]-
10 λεύεσθαι τὸν τόπον, αὐτὸς παραγενόμενος μετὰ πλειόνων συνε-
φόδευε μ̣ε̣τὰ τῶν τεταγμένων ἐπὶ τᾶς φυλακᾶς τός τε κατοικεν-
τας παρακαλέσας παρεστάσατο συνελθεῖν ἐς τὸ περιπόλιον καὶ συνδ[ι]-
ατηρεῖν μέχρι ὅτου συνέβα τᾶς ἐπιβολᾶς ἀποσστᾶμεν τὸς ὑπεναντίο[ς]·
ὅπως τε καὶ ἐν τι ἐνεστακότι πολέμωι διατηρηθῆι πλείονας ἐπιβολὰς π[οι]-
15 ευμένων τῶν πολεμί[ων], καθ’ ὃν καιρὸν συνάχθησαν ἐς Ἀστυπάλαιαν̣
ναυτικαὶ καὶ πεζικα[ὶ δυνά]μιες πλείονες, ὄργανά τε ἀνάγαγε καὶ βέλη
καταπαλτικὰ καὶ τοπ̣[άρχο]ς̣ ἑλόμενος κατὰ ψάφισμα τὸς μάλιστα δυνα-
σομένο[ς ἐπιμ]εληθῆ[μεν τ]ᾶς φυλακᾶς καὶ ἄνδρας ὑποτάξας τούτοις
τὸς ἱκανὸς οἵ[τιν]ες καὶ ἐφαμερήσευσ̣ι̣ τ[— — — — — — — — — — — —]
20 [․]ε̣ι καὶ αὐτὸς παραγενο[μένο]ς̣ ἐ̣[πὶ τὰν τοῦ τόπου φυλακὰν — — — —]
[— —]ς προαισθόμεν[ος τὰν τῶν πολεμίων ἐπιβολὰν — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ΣΤΩ[․]
[— — — — — — — — — — — — — — — — ὁ εὐκαιρότατο]ς τ̣όπ̣ος τοῦ περιπ[ο]-
25 [λίου γενομένας τε τᾶς ἐπιβολᾶς] ἀ̣[κ]ολουθήσας παρακατέσχε τὸς ὑπε̣[λ]-
[θόντας τὸ περιπ]όλιον, κοινολογηθεὶς Νικοστράτωι τῶι Νικοστράτου ὥ[σ]-
[τε ποτιλαβ]ό̣ντα τὸς ἐλαφρωτάτος ἐν τοῖς ὅπλοις τῶν συνεξοδευ-
[σάντων αὐτῶι] συμμῖξαι, οὗ παραγενομένου κατὰ τὰν πρόνοιαν φιλοτί-
[μως συνέβα τὸν] τόπον μὴ προκαταλαμφθῆμεν τός τε ἐνβα〚λ〛λόντας {²⁶ἐνβαλόντας}²⁶
30 [ἀποχωρῆσαι μη]θὲν ἐπιτ[ε]λεσαμένους ἀδίκημα κατὰ 〚ς〛 χώρας· κατὰ
[— — — — — — — π]άντας τοῖς τε ἱερεῦσι ποτὶ τὰ {ς} συντελεύμενα ἱερὰ
[ἐπιδιδοὺς ἑαυ]τὸν ποτὶ τὰν τῶν θεῶν ἐπικόσμησιν διατελε, καθ’ ἱδίαν
[τε τοῖς ἐντυγχάνο]υ̣σι τῶν δαμοτᾶν βοαθεῖ φροντίδα ποιεύμενος, οὐ
[μόνον ὅπως ἐπιόντε]ς̣ τοῖς ἀρχήιοις ἐς μηθὲν δυσχερὲς ἐμπίπτωντ[ι],
35 [ἀλλὰ καὶ ὅπως μη]θ̣ενὸς καθυστερῶντι κατὰ δύναμιν τὰν αὑτοῦ· ὅ-
[πως οὖν ὁ δᾶμος] ὁ̣ Ἁλασαρνιτᾶν φαίνηται τὰ δίκαια ποιῶν το<ῖ>ς α̣ὑτὸ[ν]
[εὐεργετεῖν προαιρο]υμένοις, Διοκλῆς τε τιμαθεὶς πολὺ προθυμότερο[ν]
[αὑτὸν παρέχηται ἐ]ς τὰ τοῦ δάμου συνφέροντα, δεδόχθαι ἐπαινέ[σαι]
[Διοκλῆ Λεωδάμα]ν̣τος ἀρετᾶς ἕνεκα καὶ εὐνοίας τᾶς ες τοὺς πο[λί]-
40 [τας πάντας καὶ εἰς] τὸν δᾶμον τὸν Ἁλασαρνιτᾶν, στεφανῶσαι δὲ αὐτὸ[ν]
[στεφάνωι χρυσ]έωι ἀπὸ χρυσῶν Ἀλεξανδρείων vac. νʹ vac. τοὶ δ [να]-
[ποῖαι ἐγδόντω ἀν]αγράψαι τὸ ψάφισμα τόδε ἐστάλαν λιθίναν κα [να]-
[θέντω ἐν τῶι ἱερῶ]ι̣ τοῦ Ἀπόλλωνος ἐς τὸν ἐπιφανέστατον
[τόπον].                                        vacat
Search Help