Honorific decree of Halasarna for Diokles.  Stele of white marble, in two joining fragments.
[ ] Kos Isl. — Halasarna (Kardamaina) — Sanct. of Apollo — late 3rd c. BC — Halasarna I (2004) 27, 1 — SEG 54.745
See also:
               vacat 0,04
ἔδοξε τῶι δάμωι τῶι Ἁλασαρνι-
τᾶν· v ἐπειδὴ Διοκλῆς Ἀλεξάνδρου
αἱρεθεὶς ἀρχεύων παρ’ Ἡρακλῆ τά τε
ἱερὰ ἐξέθυσεν τῶι θεῶι καλῶς
5 καὶ ἐνδόξως, καταξίως καὶ αὑτο[ῦ]
καὶ τῶν προγόνων, οὐδεμίαν ὑπο-
στελλόμενος δαπάναν ἀλλὰ δη-
<λ>όμενος ἀπόδειξιν ποιεῖσθαι {²ποεῖσθαι ph.}² τᾶς
αὑτοῦ προθυμίας· ὅπως οὖν καὶ ὁ
10 δᾶμος [φ]αίνηται τοὺς ἀγαθοὺς ἄ[ν]-
δ[ρας τι]μῶν καὶ καταξίας χάριτας
ἀποδιδοὺς τῶν εὐεργετημάτων,
E)PAINE/SAI TE *DIOKLH= E)PI\ TA=I AI(RE/-
σει ἃν ἔχων διατελεῖ, καὶ στεφα-
15 νῶσαι αὐτὸν χρυσέωι στεφάνωι
ἀπὸ χρυσῶν τριάκοντα ἀρετᾶς ἕ-
νεκεν καὶ εὐνοίας τᾶς εἰς αὑτόν·
ὅπως δὲ καὶ ἁ ἀναγγελία γένητα[ι]
καλῶς καὶ ἐνδόξως τοῦ στεφά-
20 νου, ἄνδρας ἑλέσθαι τρεῖς ἐκ πά[ν]-
[τω]ν τῶν δαμοτᾶν ἤδη, οἵτινε[ς]
ἐπελθόντες ἐπὶ τὸς προστάτα[ς]
καὶ τὰμ βουλὰν καὶ τὰν ἐκκλησία[ν]
τό τε ψάφισμα ἀποδωσεῦντ[ι] καὶ
25 παρακαλεύντω τὸς πολίτας, ὅπω[ς]
ἁ ἀναγγελία δοθῇ ἐν τῶι ἀγῶν[ι τ]ῶν
Διονυσίων καθ’ ἃ αἰτεῖται ὁ δ[ᾶμ]ος,
τοὶ δὲ ναποῖαι τοὶ ἐν ἀρχᾶι εὖντες
ἀναγράψαντες τόδε τὸ ψάφισμα
30 ἐς στάλαν λιθίναν ἀναθέντω ἐς
τὸ ἱερὸν τοῦ Ἀπόλλωνος παρὰ τὰ[ν]
παραστάδα τοῦ ναοῦ ἐν δεξιᾶ[ι]
[ἐ]σπορευομένων· v τὸ δὲ ἀνάλω̣-
μα τὸ γενόμενον ἔς τε τὸν στέ-
35 φανον καὶ τὰν ἀναγραφὰν τᾶς
στάλας τελεσάντω τοὶ ναπο[ῖαι]
τοὶ ἐν ἀρχᾶι ὄντες ἀπὸ τῶν τοῦ
θεοῦ vac. χρημάτων· vacat
ἄνδρες αἱρεθέν̣[τ]ε̣ς̣· Τιμόλυκος
40 Διοκλεῦς, v Φιλόφρων Εὐφιλήτου,
Λαμπίας v Θαρσύνοντος.
              vacat 0,17
Search Help
Contact Us