Two decrees of Halasarna concerning a subscription to complete the temple of Apollo.  Opisthographic stele of gray marble, broken at the bottom.
[ ] Kos Isl. — Halasarna (Kardamaina) — ca. 250-200 BC — Chiron 31 (2001) 253, 1 — SEG 51.1050
See also:
face A, front.I.1 ἐπὶ μονάρχου Φιλώτα, μηνὸς Δαλίου τετράδι,
Θευγένης Ἑκατοδώρου εἶπε· ἑλέσθαι ἄνδρας
τέσσαρας, ὅπως πορισθέντων χρημάτων
ἐν τάχει τὰ κατάλοιπα τῶν ἔργων τοῦ ναοῦ
5 τοῦ Ἀπόλλωνος κατασκευασθῆι καὶ μὴ κιν-
δυνεύσηι τὰ συντετελεσμένα ἔργα τᾶς
ὀροφᾶς καὶ τοῦ θυρώματος ἐπιγενομένου
χρόνου πλείονος καταφθαρῆμεν τάν τε συν-
αντίλαμψιν τᾶς κατασκευᾶς τοῦ ναοῦ
10 μὴ μόνον ἁ πόλις φαίνηται πεποιημένα, ἀλλὰ
καὶ ὁ θεὸς ἀπὸ τῶν ὑπαρχόντων αὐτῶι χρή-
μάτων καὶ τοὶ δηλόμενοι ἐπαγγείλασσθαι εἰς
ταῦτα συντελεσθέντος τε τοῦ ναοῦ ἐπιφα-
νέστερον τὰ κατὰ τὸ ἱερὸν ἐξάγηται, ἀγαθᾶι
15 τύχαι, δεδόχθαι τὸς μὲν νεωποίας τελέσαι τοῖς
αἱρεθεῖσιν ἀνδράσιν ἀπὸ τῶν τοῦ θεοῦ χρημάτων
δραχμὰς v ΧΧ v, τῶν δὲ δαμοτᾶν καὶ τῶν ἄλλων
μένος ἐς τὰν κατασκευὰν τοῦ ναοῦ ἕκαστον
20 μὴ ἐλάσσω δραχμᾶν τριάκοντα, ποιεύμενοι τὰν
μὲν ἐπαγγελίαν ἐν ἐνιαυτῶι ἐν ταῖς συνόδοις
ταῖς γινομέναις ἐν τῶι δάμωι ἄρχοντος Δαλίου
τοῦ ἐπὶ Φιλώτα, τὰν δὲ καταβολὰν τοῦ ἀργυρίου πο-
εῖσθαι ἐπὶ τὸς ἄνδρας τὸς αἱρεθέντας ἐν τρισὶν
25 καταβολαῖς, διδόντες τὰ<ν> μὲμ πράταν μετὰ τὸ
[τὰ]ν ἐπαγγελίαν γενέσθαι παραχρῆμα, τὰν δὲ ἐ-
[χομ]έναν ἐν ἑξαμήνω[ι] κ̣αὶ τὰν ἄλλαν ὡσαύτως·
[ὅπως] δὲ κ̣αὶ τῶν ἐπ̣[αγγειλαμ]ένων ὑπάρχηι ὑ-
[πόμναμα — — — — — — — — — — — — — — — —]
face B, back.II.1 ἐς ὅ κα ταί τε ἐπαγγελίαι πέτωντι καὶ ἐκ τᾶς πόλιός τι
ψαφισθῆι· συντελεσθέντων δὲ τῶν ἔργων αἴ τινά κα πε-
ριῆι ἐκ τᾶν ἐπαγγελιᾶν χρήματα ἀποδόντω τοὶ ἄν-
δρες ἐφ’ ὧν κα πέτῃ ναπόαις τοῖς ἐν ἀρχᾶι εὖσιν· τοὶ δὲ
5 ναποῖαι διδόντω εἰς τὰς φυλὰς τοῖς ἐπιμηνίοις, καθὰ
καὶ πρότερον ἐδίδουν εἰς τὰς δύο ἁμέρας· τὸ δὲ ψάφισ-
μα τόδε ἀναγραψάντω τοὶ ἄνδρες τοὶ ἁιρημένοι ἐ-
πὶ τὸ αὐτὸ τῶι πρότερον κυρωθέντι ψαφίσματι ἐπὶ μο-
νάρχου Φιλώτα.
                             vacat 0,35
Search Help
Contact Us