Decree of Halasarna concerning the pledging of sacred vessels.  Intact stele of white marble.
[ ] Kos Isl. — Halasarna (Kardamaina) — Sanct. of Apollo — aft. mid-3rd c. BC — Halasarna I (2004) 41, 5 — The Hellenistic Polis of Kos (2004) 119-121 — SEG 54.743
See also:
               vacat 0,032
ἔδοξε τῶι δάμωι, Σύμμαχος καὶ
Ἀριστοφάνης ναποῖαι εἶπαν· μὴ
ἐξέστω τῶι <⁶¹ἱερεῖ>⁶¹ μηδὲ τοῖς
τιμάχοις δανείσασθαι ἐπὶ τοῖς
5 ποτηρίοις μηδὲ τοῖς ἄλλοις σκεύεσι
τοῖς ὑπάρχουσι ἐν τῶι ἱερῶι τοῦ
Ἀπόλλωνος, μηδὲ δανείζεν μηθένα
ἐπὶ τούτοις παρευρέσει μηδεμιᾶι·
εἰ δέ τίς κα δανείσηται ἢ δανείσηι
10 παρὰ τὰ γεγραμμένα, ἀποτεισάτω
ἕκαστος τῶν αἰτίων δραχμὰς πεντα-
κισχιλίας ἱερὰς τοῦ Ἀπόλλωνος καὶ
ἁ ὑποθήκα ἄκυρος ἔστω καὶ ἐνθύμιον
ἔστω τῶι δανείσαντι καὶ τῶι δανεισα-
15 μένωι ὡς ἀδικεῦντι τὸν θεόν, εἴ κα μὴ
δανείζωνται τοὶ δαμόται οἷς μέτεστι
τοῦ ἱεροῦ κατὰ ψάφισμα. vacat
              vacat 0,025
18 τὸ δὲ ψάφισμα τόδε ἀναγραψάντω εἰς
στάλαν λιθίναν καὶ ἀναθέντω   vacat
20 ἐς τὸ ἱερόν.
Search Help