Decree of Halasarna concerning the pledging of sacred vessels. Intact stele of white marble.
[ ]
Kos Isl. — Halasarna (Kardamaina) — Sanct. of Apollo — aft. mid-3rd c. BC — Halasarna I (2004) 41, 5 — The Hellenistic Polis of Kos (2004) 119-121 — SEG 54.743
See also:
vacat 0,032 | |
ἔδοξε τῶι δάμωι, Σύμμαχος καὶ | |
Ἀριστοφάνης ναποῖαι εἶπαν· μὴ | |
ἐξέστω τῶι <⁶¹ἱερεῖ>⁶¹ μηδὲ τοῖς | |
τιμάχοις δανείσασθαι ἐπὶ τοῖς | |
5 | ποτηρίοις μηδὲ τοῖς ἄλλοις σκεύεσι |
τοῖς ὑπάρχουσι ἐν τῶι ἱερῶι τοῦ | |
Ἀπόλλωνος, μηδὲ δανείζεν μηθένα | |
ἐπὶ τούτοις παρευρέσει μηδεμιᾶι· | |
εἰ δέ τίς κα δανείσηται ἢ δανείσηι | |
10 | παρὰ τὰ γεγραμμένα, ἀποτεισάτω |
ἕκαστος τῶν αἰτίων δραχμὰς πεντα- | |
κισχιλίας ἱερὰς τοῦ Ἀπόλλωνος καὶ | |
ἁ ὑποθήκα ἄκυρος ἔστω καὶ ἐνθύμιον | |
ἔστω τῶι δανείσαντι καὶ τῶι δανεισα- | |
15 | μένωι ὡς ἀδικεῦντι τὸν θεόν, εἴ κα μὴ |
δανείζωνται τοὶ δαμόται οἷς μέτεστι | |
τοῦ ἱεροῦ κατὰ ψάφισμα. vacat | |
vacat 0,025 | |
18 | τὸ δὲ ψάφισμα τόδε ἀναγραψάντω εἰς |
στάλαν λιθίναν καὶ ἀναθέντω vacat | |
20 | ἐς τὸ ἱερόν. |