Decree of Halasarna concerning the pledging of sacred vessels. Intact stele of white marble.
[ ]
Kos Isl. — Halasarna (Kardamaina) — Sanct. of Apollo — aft. mid-3rd c. BC — Halasarna I (2004) 41, 5 — The Hellenistic Polis of Kos (2004) 119-121 — SEG 54.743
See also:
| vacat 0,032 | |
| ἔδοξε τῶι δάμωι, Σύμμαχος καὶ | |
| Ἀριστοφάνης ναποῖαι εἶπαν· μὴ | |
| ἐξέστω τῶι <⁶¹ἱερεῖ>⁶¹ μηδὲ τοῖς | |
| τιμάχοις δανείσασθαι ἐπὶ τοῖς | |
| 5 | ποτηρίοις μηδὲ τοῖς ἄλλοις σκεύεσι |
| τοῖς ὑπάρχουσι ἐν τῶι ἱερῶι τοῦ | |
| Ἀπόλλωνος, μηδὲ δανείζεν μηθένα | |
| ἐπὶ τούτοις παρευρέσει μηδεμιᾶι· | |
| εἰ δέ τίς κα δανείσηται ἢ δανείσηι | |
| 10 | παρὰ τὰ γεγραμμένα, ἀποτεισάτω |
| ἕκαστος τῶν αἰτίων δραχμὰς πεντα- | |
| κισχιλίας ἱερὰς τοῦ Ἀπόλλωνος καὶ | |
| ἁ ὑποθήκα ἄκυρος ἔστω καὶ ἐνθύμιον | |
| ἔστω τῶι δανείσαντι καὶ τῶι δανεισα- | |
| 15 | μένωι ὡς ἀδικεῦντι τὸν θεόν, εἴ κα μὴ |
| δανείζωνται τοὶ δαμόται οἷς μέτεστι | |
| τοῦ ἱεροῦ κατὰ ψάφισμα. vacat | |
| vacat 0,025 | |
| 18 | τὸ δὲ ψάφισμα τόδε ἀναγραψάντω εἰς |
| στάλαν λιθίναν καὶ ἀναθέντω vacat | |
| 20 | ἐς τὸ ἱερόν. |