IG XII,4 1:90
Decree of Kos recognizing the Leukophryeneia of Magnesia.  Two marble wall blocks.
[ ] Ionia — Magnesia on the Maeander — 208 BC — IvMagnesia 57 — K.J. Rigsby, Asylia (1996) 249, 106
See also:
1 [— — — — — — — — ἐπειδὴ Μάγ]νη̣τ̣ε[ς ἐκ]
πα[λαιῶν χρόνων φίλοι καὶ οἰ]κ̣εῖ[ο][εἰ]-
σ[ι]ν̣ [— — — — — — — — — — —] προαι-
ρεύμ[ενοι αὔξειν τὰς τιμὰς τᾶς] Ἀρτέμι-
5 τος τᾶ[ς Λευκοφρυανᾶς ψάφισμα] ἀ̣π̣[ο]στεί-
λαντες [καθότι ἐψαφισμένοι εἰσ]ὶν διὰ πέν-
τε ἐτέω[ν συντελεῖν θ]υσίαν καὶ πανάγ[υ]-
ριν καὶ ἐκε̣[χειρίαν κα]ὶ ἀγῶνα μουσι[κ]ό̣[ν]
τε καὶ γυμνι[κὸν καὶ ἱ]ππικὸν ἰσοπυθίαι[ς] τ̣[ιμαῖς]
10 παρακαλε̣ῦν[τι τὸ]ν̣ δᾶμον μετέχ̣ειν τῶ̣ν
συντελευμέ[νω]ν καὶ ἀποδεξάμενον τὰ
ἀξ̣ι̣ο̣ύμενα συ[να]ύξειν τὰς ἐψαφισμέ̣ν̣ας
τιμὰς τᾶι θε[ῶι], διελέγεν δὲ καὶ τοὶ ἀπο-
στα̣λέντε[ς] π[α]ρ’ αὐτῶν Λάμπων, Διαγό-
15 ρας̣, Πυ[θ][δ]ημ[ο]ς ἐπελθόντες ἐ̣πὶ τὰν βου-
λὰν̣ καὶ τὸν δᾶμ̣[ο]ν ἀκολούθως τοῖς ἐν τῶι
ψαφ̣ίσμ̣α̣τι γε[γρ]αμμένοις· ὅπως οὖν καὶ
ἁ τοῦ δάμου π[ρ]ο̣αί<ρε>σις ἃν ἔχει ἐν παντὶ
κ̣α̣ιρῶι [πο]τί τε [τὸ] θ̣εῖον κ̣αὶ π̣οτὶ Μάγνητας
20 [φα]νερ̣ὰ γίνητ̣α̣[ι, τ]ύχαι τ<ᾶ>ι ἀγαθᾶι, vac. δε[δ]ό-
[χθα]ι ἀ[π]οκρί[νασθ]αι αὐ̣τοῖς, ὅτι ὁ δᾶμος ἔν τε
[τῶι πρότερον] χ̣ρ̣[ό]νωι τὰν πᾶσαν σπουδὰν
[καὶ προθυ]μ̣[ίαν ἐ]ποιεῖτο ὑπὲρ ὧν ἐπέστει-
[λαν Μάγνητες κ]α̣ὶ νῦν τὰν αὐτὰν αἵρεσι[ν]
25 [ἔχων ἀ]π[οδέχετ]αι τάν τε ἀσυλίαν καὶ τὸν
[ἀγῶνα καὶ τὰ]ν̣ θ̣[υσί]αν· ὅπως δὲ καὶ θεωρία καὶ
[θυσία ἀπ]οστέ[λλ]ηται τᾶι θεᾶι ὑπὲρ τοῦ δά[μ]ου,
[ἐκ]κ̣λ̣[η]σία αἱρεί[σ]θω θεωροὺς ἐκ πάντων τρ̣εῖς· <τοὶ δὲ ταμίαι>
[ἐ]ν [ὧι κα χ]ρόνωι σ̣υ̣ντελῶντι Μάγνητες τὰν
30 [θυσία]ν̣, τ̣ελεύντων τοῖς αἱρεθεῖσι ἐπὶ μὲ̣ν
τὰ̣[ν θυσ]ί̣αν δραχμὰς τριακοσίας καὶ μισ-
θὸ̣ν̣ [κ]α̣[ὶ ε]ἰς πο[ρεῖ]ον ἁμερᾶν τριάκοντα
[τὸ] τ̣ετ̣αγμένο̣ν̣· [π]ε̣ρὶ δὲ τῶν ἄθλων καὶ τᾶν
τιμᾶν ὅπως [δο]θ̣ῆι τοῖς νικῶσιν τὸν ἀγῶ-
35 [να], τ̣οὶ ἄνδ̣ρες̣ [το]ὶ α̣ἱρε̣[ύμ]ενοι ἐπὶ τὰν διοί[κη]-
[σιν] τᾶς πόλι[ος π]ρ̣ο̣νο̣[είσθων] ΔΕΟΙ ἐκ τῶ[ν]
π̣α̣ρ̣[— — — — — — — — — — — — διαγ]ράψαντες εἰς
[— — — — —· τοὺς δ][π]αρ[αγινο]μένους παρὰ
Μαγνήτω[ν] κ[αλέσαι] ἐ̣π̣ὶ̣ [ξέν]ια [ε]ἰς τὸ πρ[υ]-
40 τανεῖο[ν].                              vacat
Search Help
Contact Us