Honorific decree for the dikastagogos Theugenes.  Pedimental stele of white marble, in two joining fragments.
[ ] Kos Isl. — Kos — Asklepieion — aft. mid-2nd c. BC — Chiron 28 (1998) 88, 1 — SEG 48.1112
See also:
                  {²corona
ἐπὶ Φαινίππου, Γεραστίου νουμηνία,
Θεύδοτος Μενητίδα εἶπεν· v ἐπειδὴ̣
Θευγένης Ἑρμογένου ἀποσταλεὶ[ς]
δικασταγωγὸς ποτὶ Ζμυρναίος οἰ-
5 κείος εὖντας καὶ εὔνους καὶ φίλους
τοῦ δάμου ἐπελθὼν παρ’ αὐτοῖς ἐπί
τε τὰν βουλὰν καὶ τὰν ἐκκλησίαν καὶ
ποιησάμενος τὸς κατὰ μέρος λόγ[ος]
μετὰ πάσας φιλοτιμίας καὶ ἐκτενε[ίας]
10 παρεστάσατο δόμεν τᾶι πόλει δι[κασ]-
τὰς δύο καὶ γραμματῆ ἄνδρας καλοὺς
καὶ ἀγαθοὺς καὶ πιστευομένους παρ’ αὐ-
τοῖς, τάν τε παρεπιδαμίαν ἐποιήσα{ν}το {²⁶ἐποιήσατο}²⁶
ἀξίαν ἀμφοτερᾶν τᾶν πολίων, ὑπὲρ
15 ὧν ἁπάντων διαμεμαρτυρήκαντι Ζμυρ-
ναῖοι διὰ τᾶς δοθείσας αὐτῶι ἀποκρίσι-
ος, παραλαβών τε τὸς ἄνδρας καὶ παρα-
γενόμενος ἐς τὰν πόλιν πᾶσαν κακοπα̣-
θίαν καὶ ἐπιμέλειαν πεποίηται ποτικαρτε-
20 ρήσας καὶ τᾶι δικαστοφυλακίαι ἐκτενῶς
καὶ δικαίως ἀκολούθως τῶι ὅρκωι, ἕως οὗ
διεξάχθη τά τε δαμόσια καὶ ἰδιωτικὰ
συμβόλαια, διαφυλάξας ἴσως καὶ δικαίως
καὶ μισοπονήρως πᾶσι τὰν ἐνχειρισθεῖσαν
25 αὐτῶι πίστιν ὑπὸ τοῦ σύμπαντος δάμου,
δαπάνας τε ποταναδέδεκται ἐκ τῶν ἰδί-
ων ἔς τε τὰν παρουσίαν αὐτῶν καὶ ἐν ταῖς δα-
μοτελέσι ἑορταῖς ἀποστολὰς ποιούμενος
κατὰ τοὺς ἁρμόζοντας καιροὺς ἕνεκεν
30 τοῦ κοινᾶι συμφέροντος· ὅπως οὖν καὶ ὁ δᾶ-
μος εὐχαρίστως ἀπαντῶν φαίνηται τοῖς ἀγα-
θοῖς τῶν ἀνδρῶν τοί τε ἄλλοι θεωρεῦντες
τὰν εὐχαρι<σ>τίαν τοῦ πλήθευς πολὺ προθυμό-
τερον ἐπιδιδῶντι ἑαυτοὺς εἰς πάντα τὰ συν-
35 φέροντα τᾶι πόλει, ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι
ἐκκλησίαι· ἐπαινῆσθαι Θευγένην Ἑρμογένου κα[ὶ]
στεφανῶσαι αὐτὸν χρυσέωι στεφάνωι ἐ̣π̣ὶ̣ τῶι ἐ-
ξαποσταλέντα δικασταγωγὸν διαφυλάξαι πᾶ-
σιν ἴσως τὰν δοθεῖσαν αὐτῶι πίστ[ιν] ὑπὸ τοῦ δά-
40 μου· ἀναγορευσάτω δὲ καὶ ὁ ἱεροκᾶρυξ [τὸ]ν στ[έ]φα-
νον Διονυσίων τῶι πράτωι ἀγῶνι με[τὰ τ]ὰς σπον-
δάς, τᾶς δὲ ἀναγορεύσιος ἐπιμεληθέντω το[ί τε]
προστάται καὶ ὁ ἀγωνοθέτας, ἐξῆ[με]ν δὲ αὐτῶ[ι]
τόδε τὸ ψάφισμα ἀναγράψαντι ἐστάλαν λιθίναν
45 ἀναθέμεν ἐν τῶι ἱερῶι τοῦ Ἀσκλαπιοῦ. ἔδοξε τ[ᾶι]
βουλᾶι καὶ τῶι δάμωι, γνώ{ι}μα {²⁶γνώμα}²⁶ προστατᾶν· χρῆσθαι
τᾷ Θευδότου ἐφόδωι. ψᾶφοι στερεαὶ ἐ̣π̣ιδιδοῦσα[ι]
τὸν στέφανον ωπεʹ vac. τετρυπαμένα [οὐδεμί]α̣. vacat
Search Help
Contact Us