Honorific decree for Kallikles of Halikarnassos.  Marble stele; now missing.
[ ] Kos Isl. — Kos — 3rd/2nd c. BC — A. Maiuri, NSER (1925) 432
See also:
1 ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δά-
μωι, γνώμα προστατᾶν·
ἐπειδὴ Καλλικλῆς Ἀθηνοδώ-
ROU *(ALIKARNASSEU\S EU)/[N]O?U?[S]
5 ἐστὶ τῶι δάμωι καὶ ἐμ πᾶσι
τοῖς καιροῖς πράσ̣σε[ι] καὶ λ[έ]-
γει τὰ συμφέροντα πᾶσι Κ̣ώ̣ι-
οις, δεδόχθαι τῶι δάμωι· ἐπαι-
νέσαι τε αὐτὸν καὶ ἦμεν πρό-
10 ξενον καὶ εὐεργέταν τᾶς πό-
λιος τᾶς Κώιων καὶ ἐκγόνος,
ἦμεν δὲ αὐτοῖς ἔσπλουν καὶ
ἔκπλουν καὶ ἐμ πολέμωι καὶ
ἐν εἰράναι ἀσυλεὶ καὶ ἀσπον-
15 δεὶ αὐτοῖς καὶ χρήμασι· τοὶ
δὲ πωληταὶ μισθωσάντω ἀ̣[να]-
γράψαι τὸ ψάφισμα τόδε εἰς
στάλαν λιθίναν καὶ ἀναθεῖ̣[ν]α̣ι̣
εἰς τὸ ἱερὸν τῶν Δυώδεκα Θεῶν.
Search Help
Contact Us