Honorific decree for the physician Xenotimos. Stele of white marble, broken at the bottom; now missing.
[ ]
Kos Isl. — Kos — ca. mid-3rd c. BC — Paton-Hicks (1891) 5 — Syll.³ 943 — É. Samama, Les médecins (2003) 225, 123
See also:
{²corona}² | |
Πραξιμένης εἶπε· ἐπειδὴ [Ξενό]τ̣ι̣[μος Τ]ιμοξέ- | |
νου ἔν τε τοῖς πρότερον χρόνοις ἐ[πιμέ]λ̣ειαν | |
ἐποιεῖτο τῶν πολιτᾶν κατὰ τὰν τέ[χ]ναν τὰν | |
ἰατρικάν, παρέχων αὐτοσαυ[τὸ]ν π[ρ]ό[θυμ]ον εἰς | |
5 | τὰν σωτηρίαν τῶν νοσεύντ[ων, κ]αὶ [νῦ]ν ἐν[π]ετό[ν]- |
των πολλῶν κ[αὶ μεγάλ]ων [ἀρρω]στ[η]μάτων, | |
καὶ τῶν ἰατρῶν τῶν [δαμ]οσ[ιευόν]των ἐν τᾶι πό- | |
λι ἀρρωσστησάντων [διὰ] τὰς [κ]α[κ]οπαθίας τὰς | |
γενομένας περὶ αὐτοὺς διὰ τὰν ἐπιμέλειαν, ἃν | |
10 | ἐ̣ποιεῦ[ντο] τῶν καμνό[ντων], Ξενότιμος αὐτε- |
π̣άγγελτος ἀεὶ τοῖς δεομένοις παρείχετο τὰν | |
βο[υλάν, βο]αθεῖν προαιρεύμενος τοῖς ἀρρώσ- | |
τ[οις κατὰ τὸ ἀν]αγκαῖον, οὐδεμίαν δ̣[ὲ προτί]μ̣ασιν | |
πο[ιεύμενος], ἀλλ’ ὁμοίως περὶ πάντα[ς τὸ]ς πολί- | |
15 | τας [σπουδ]άζων διέσωισε πολλούς, [δεδ]όχθαι |
τῶι δάμωι· ἐπαινέσαι Ξενότιμον Τιμοξένου καὶ | |
στεφανῶσαι χρυσῶι στεφάνωι εὐνοίας ἕνεκεν | |
καὶ ἐπιμελείας ἃμ ποιεύμενος διατελεῖ τῶν πο- | |
λιτᾶν· ὁ δὲ ἱεροκᾶρυξ τοῖς Διονυσίοις ἀναγγει- | |
20 | λάτ[ω], ὅτι ὁ δᾶμος στεφανοῖ Ξενότιμον Τιμοξέ- |
νου ἀπὸ ἀργυρίου, οὗ ἐκ τῶν νόμων πλείστου | |
[κ]υρί[α] ἐστὶ ἁ ἐκκλησία χειροτονίαι μεγίσταν | |
[δ]ωρ[ε]ὰν δόμεν, εὐνοίας ἕνεκεν καὶ ἐπιμελείας | |
[ἃν] ἐ̣π̣οιεῖ[το κ]ατ[ὰ τὰν ἰα]τρι[κὰ]ν τέχναν τῶν ἐν | |
25 | [τᾶι π]ό[λι — — — — — — — — —]ων· ὅπως εἰδῶντι |
[πάντες ὅτι ὁ δᾶμ]ος [το]ὺς χρησίμους ὄντας κα[ὶ] | |
[εὔνους τῶν π]ο[λιτᾶν — — — — —]ΣΤ[— — — —] | |
[— — — — — — — — — — — — — — — — — —] |