Honorific decree for Diokles of Akarnania.  Stele of white marble, broken at the bottom; now missing.
[ ] Kos Isl. — Kos — ca. 300-250 BC — Chiron 28 (1998) 103, 5 — SEG 48.1092
See also:
               vacat 0,11
ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι,
γνώμα προστατᾶν· ἐπειδὴ Διο-
κλῆς Δαμάρχου Ἀκαρνὰν τετα-
γμένος πα[ρὰ] βασιλεῖ Πτολεμαί-
5 ωι πρότερόν τε καλῶς καὶ οἰκεί-
ως χρώμενος διετέλει καὶ κοιν[ᾶι]
τῶι δάμωι καὶ ἰδίαι τῶμ πολιτᾶν
τοῖς ἐντυγχάνουσιν αὐτῶι καὶ
νῦν τὰν αὐτὰν προαίρεσιν ἔχει
10 καὶ τὰν εὔνοιαν τὰν ποτὶ τὸν
δᾶμον διαφυλάσσει, δεδόχθαι
τῶι δάμωι· ἐπαινέσαι τε αὐτὸν
καὶ ἦμεν πολίταν τᾶς πόλιος
τᾶς Κώιων καὶ ἐκγόνος μετέ-
15 χοντας πάντων ὧμπερ καὶ τοὶ
ἄλλοι Κῶιοι, τοὶ δὲ προστάται ἐπι-
κλαρωσάντω αὐτοὺς ἐς φυλὰν
καὶ τριακάδα καὶ πεντηκοστύν,
ὁποίας δέ κα λάχωντι φυλᾶ̣[ς]
20 εὔντω· τὸ δὲ ψάφισμ[α μισθω]-
[σ]άντω τοὶ πωλη[ταὶ ἀναγρά]-
[ψαι ἐς στά]λαν λιθ[ίναν — — —]
[— — — — — — — — — — — —]
Search Help
Contact Us