Honorific decree for Diokles of Akarnania. Stele of white marble, broken at the bottom; now missing.
vacat 0,11 | |
ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, | |
γνώμα προστατᾶν· ἐπειδὴ Διο- | |
κλῆς Δαμάρχου Ἀκαρνὰν τετα- | |
γμένος πα[ρὰ] βασιλεῖ Πτολεμαί- | |
5 | ωι πρότερόν τε καλῶς καὶ οἰκεί- |
ως χρώμενος διετέλει καὶ κοιν[ᾶι] | |
τῶι δάμωι καὶ ἰδίαι τῶμ πολιτᾶν | |
τοῖς ἐντυγχάνουσιν αὐτῶι καὶ | |
νῦν τὰν αὐτὰν προαίρεσιν ἔχει | |
10 | καὶ τὰν εὔνοιαν τὰν ποτὶ τὸν |
δᾶμον διαφυλάσσει, δεδόχθαι | |
τῶι δάμωι· ἐπαινέσαι τε αὐτὸν | |
καὶ ἦμεν πολίταν τᾶς πόλιος | |
τᾶς Κώιων καὶ ἐκγόνος μετέ- | |
15 | χοντας πάντων ὧμπερ καὶ τοὶ |
ἄλλοι Κῶιοι, τοὶ δὲ προστάται ἐπι- | |
κλαρωσάντω αὐτοὺς ἐς φυλὰν | |
καὶ τριακάδα καὶ πεντηκοστύν, | |
ὁποίας δέ κα λάχωντι φυλᾶ̣[ς] | |
20 | εὔντω· τὸ δὲ ψάφισμ[α μισθω]- |
[σ]άντω τοὶ πωλη[ταὶ ἀναγρά]- | |
[ψαι ἐς στά]λαν λιθ[ίναν — — —] | |
[— — — — — — — — — — — —] |