Honorific decree for Dionysios of Sinope.  Two joining fragments of a stele of white marble, preserved on the left and at the bottom.
[ ] Kos Isl. — Kos — Platani — early 3rd c. BC — M. Segre, Iscr. di Cos (1993) ED 20
See also:
[— — — — — — — — — — — — — — — — — — —]
[— —] πα̣ρ̣ὰ τ[ᾶ]ς̣ πόλιος, εἰ δέ τις χρεία ἐστὶ τῶ̣[ι]
δάμωι καὶ δήλεται χαρίξασθαι τᾶι βασιλίσ-
σαι, δίδωτι δωρεὰν τᾶι πόλει, δεδόχθαι τᾶ[ι βου]-
λᾶι καὶ τᾶι ἐκκλησίαι· Διονύσιον ἐπαινέσ[αι]
5 εὐνοίας καὶ προθυμίας ἕνεκεν καὶ στ[εφα]-
νῶσαι χρυσῶι στεφάνωι ὅσσωι κύριός [ἐστιν]
[ὁ] δᾶμος χειροτονίαι μεγίσταν [δωρεὰν]
[δ]ιδόμεν, καὶ ἀναγγεῖλαι τὸν σ[τέφανον]
[ἐ]ν τῶι χορικῶι ἀγῶνι ὅκκα πρᾶτ[α ἄγηι ὁ δᾶ]-
10 μος, ἦμεν δὲ αὐτὸν πρόξε[νον καὶ εὐεργέ]-
ταν τᾶς πόλιος τᾶς Κώιων [καὶ ἐκγόνος ἐ]-
πὶ ταῖς ἄλλαις τιμαῖς ταῖ[ς δεδομέναις Σι]-
νωπεῦσι ἐγ Κῶι, καὶ ἦμεν [αὐτοῖς καὶ ἔκπλουν]
καὶ εἴσπλουν καὶ ἐμ πο[λέμωι καὶ ἐν εἰράναι ἀ]-
15 συλεὶ καὶ ἀσπονδεὶ κα[ὶ αὐτοῖς καὶ χρήμασι],
τοὶ δὲ πωληταὶ μισθ[ωσάντω ἀναγράψαι]
τὰν προξενίαν κα[ὶ τὸν στέφανον ἐς στά]-
λαν καὶ θέντω ἐν [τῶι ἱερῶι τῶν Δυώδεκα Θεῶν].
ἔδοξε τῶι δάμωι, Κα[— — c.12 — — εἶπε· τὰ]
20 μὲν ἄλλα καθάπερ τ[— — — — — — —· ὅπως δὲ]
καὶ ἐν Σινώπαι ὁ στέφαν[ος ἀναγγελῆι, ἐπι]-
μεληθέντω τοὶ ἄγγελοι τ̣[οὶ πεμφθέντες ἐς Σι]-
νώπαν τᾶς ἀναγγελίας αἰτ[ησάμενοι τὸν]
δᾶμον τὸν Σινωπέων. vacat
             vacat 0,05
Search Help
Contact Us