IG XII,4 1:15
Honorific decree for Theron of Tyros.  Nearly intact stele of white marble.
[ ] Kos Isl. — Kos — ca. 300 BC — Paton-Hicks (1891) 1 — SGDI III,1 (1895) 3613 — M. Segre, Iscr. di Cos (1993) ED 54
See also:
1 ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, Δια-
γόρας Κλευχίου εἶπε· ἐπειδὴ Θήρων
Βουδαστρατου Τύριος ἀνὴρ ἀγαθός
ἐστι περὶ τὸν δᾶμον τὸν Κώιων καὶ
5 ἐμ πᾶσι τοῖς καιροῖς χρείας διατελε[ῖ]
παρεχόμενος πᾶσι Κώιοις, δεδόχθαι
τῶι δάμωι· ἐπαινέσαι τε αὐτὸν καὶ ἦ-
μεν πρόξενον τᾶς πόλιος τᾶς Κώι-
ων καὶ ἐκγόνους, ἦμεν δὲ αὐτοῖς ἔσ-
10 πλουν καὶ ἔκπλουν καὶ ἐμ πολέμωι
καὶ ἐν εἰράναι ἀσυλεὶ καὶ ἀσπονδεὶ
καὶ αὐτοῖς καὶ χρήμασι, τοὶ δὲ π[ωλη]-
ταὶ μισθωσάντω ἀναγρά[ψαι τε τὰν]
προξενίαν ἐς τὰν στά[λαν καὶ θέμεν]
15 [ἐ]ν τῶι ἱερῶι τῶν Δυώδ[εκα Θεῶν].
Search Help
Contact Us