Funerary epigram for Alexandra, daughter of Alexandros.  Upper part of a marble stele.
[ ] Lydia — Philadelphia (Alaşehir)? — Kastollos? — 377/378 or 323/324 AD — EA 36 (2003) 24-28 — SGO 5 (2004) 27, 24/11 = 04/23/03
1             ἔτους ∙ υηʹ ∙, μη(νὸς) Δύστρου ιϛʹ·
ξεῖνε, θέλις παριὼν γνῶναι τὸ “τίς ἐνθάδε κεῖται;”;
κούρη κεῖται πολλοῖς καμάτοις βίον ἐξανύσασ[α],
τοὔνομα Ἀλεξάνδρα, Ἀλεξάνδροιο θύγατρα,
5 “εὐγενέων τοκέων” ἔκλυεν “θύγατερ γεγον̣υῖ̣α,
σεμνὸν ἔχουσα τρόπον, καλὰς φρένας, εἶδος ἀρίσ[τη]
κ̣αὶ γένος.” ἥ γε (?) Κάδοιο κλυτῆς μεγάλοιο πόλεως
εἱμένη ἐγ δήμου παρὰ ἱερὰ ῥεῖθρα τὰ Ἕρμου,
εὐγενέτις πατρίδος κώμης Ἀκροκαστωλλοῖ[ο]
10 ἐνθάδε Δαμιανῷ τοὐμῷ πατρὶ γαμηθεῖσα
ο̣ὐκ ἐποίησε τέκνα, βίον δ’ ἐπ[ί]τ̣ειμον ἀπῆξεν·
[․․․]Ι̣ϹΕΝ δὲ χρόνους πάντας ζωῆς ἀπὸ γέννης
[․․․․․ ․․․․․ ․]Ρ εὗρον ἐγὼ κεχαραγμένον ὡς ἐκυήθ[ην]
[․․․․․ ․․․․․ ․․․․․]Τ̣Α̣ ἐψήφισα χ’ εὗρον ἀκρειβῶς
15 [․․․․․ ․․․․․ ․․․․․ ․․․․․ ․․․]․ΑΙ δὶς δύο μῆνας
[— — — — — — — — — — — — — — —] {²traces of letters}²
Search Help
Contact Us