Posthumous honorific inscription and funerary epigram for Menekrates, son of Diodoros. Stele of gray marble with relief.
[ ]
Lydia — Philadelphia (Alaşehir) — Yeşilova — early 1st c. BC — LBW 640 — Pfuhl-Möbius I (1977) 546; II (1979) p. 569 — SGO 1 (1998) 484, 04/24/12
below relief.1 | ὁ δῆμος ἐτείμησεν |
Μενεκράτην Διοδώρου | |
χρυσῷ στεφάνῳ, | |
τὸ δὲ μνημῆον κατεσκεύασεν | |
5 | Τατιὰς Ἀπολλωνίου, |
ἡ γυνὴ τοῦ Μενεκράτους. | |
Μενεκράτης καὶ Ἄμμιον τὸν ἀτῶν πα̣- | |
τέρα ἐτείμησαν. | |
ὄλβιον ἐνθέμενος βίοτον καρποῖς ἐπέχαιρον, | |
10 | βῶλον ἐπιψήχων πυροφόροις βοτάναις, |
ἠδ’ ἐμὲ χεῖρες ἔπα<υ>ον ἀπ’ [ἔ]ργεος, ἡνίκα † θερμα | |
ἀκτεῖνας προλίποιεν ἐφημέριον καταδῦσα, † | |
γηθοσύνῃ Δήμητρος ἀγαλλόμενον ἐχέτλῃσιν. | |
ἄφνω δ’ ἐν προκοπαῖς ἔλιπον βίον εἵνεκα Μοίρης, | |
15 | ἁρπαχθὶς τέκνων <ἠ>δ’ <ἀ>λόχου γλυκερῆς, |
ἥτις ἐμοὶ μὲν ἔνειμε τά<δ’> ἔξοχα δῶρα καμόντω̣ν̣, | |
στεψαμένη καμάτου οἶκον ἐναΐδιον, | |
καὶ θρήνοις κλαύσασα πολὺν χρόνον [οὐ λάβεν ἄνδρα], | |
ἠρεμίην κοίτης εἰς τέλος ἀραμέν[η]· | |
20 | [δισ]σὸν δ’ ὠδείνων ἔλαχεν πόνον [– ⏑ ⏑ – –], |
[οὐ μ]ὲν ἐμοῦ περιόντο[ς ἐθ]ρ̣έ̣[ψατο – ⏑ ⏑ τέκνα], | |
[— — —]ΜΕΝΗΜΕΓ̣[— — — — — — — — — — —] | |
[— — —]ΟΡΓ[— — — — — — — — — — — — —] |