Epitaph of Theodoros, Theodorianos, and Dioskoros. Plaque of bluish marble; inscription in a recessed field, inside a tabula ansata.
[ ]
Lydia — Philadelphia (Alaşehir) — Sarı Sığırlı — 2nd/3rd c. AD — Keil-v. Premerstein, 3. Reise (1914) 29, 31
1 | τύμβον τόνδε ἔτευξε φί- |
λανδρος μνείας χάριν Τατια- | |
νὴ ἰδίῳ πόσι Θεοδώρῳ καὶ Θε- | |
οδωριανῷ ἰδίῳ τέκνῳ καὶ Διοσ- | |
5 | κόρῳ υἱοθρέπτῳ· ζῶσα δὲ ἥδε |
θέτο τόδε πρόστειμον ἐπὶ | |
τύμβῳ· τεθείσης τῆς Τατιανῆς | |
κὲ Ἐπαφροδείτου συντρόφου ἐάν | |
τις ἕτερος ἐπιχειρήσῃ καταθέσθαι | |
10 | τινὰ τῷδ’ ἐνὶ τύμβῳ, θήσει προσ- |
τείμου εἰς τὸν φίσκον 𐆖 χείλια. |