[ ] Att. — stoich. 30 — c. 278/7
1 ἐπὶ Δημοκλέους ἄρχοντος Μουνιχιῶν-
ος [ἑ]β[δ]όμ[η]ι ἐ[π]ὶ δ[έ]κ[α]· ἀγορᾶι κυρίαι· Νο-
υμη[ν]ία[ς εἶ]π[ε]ν· ἐπ[ειδὴ] οἱ ἐπιμεληταὶ
καὶ ὁ γραμματεὺς ο<ἱ> ἐπὶ Δ[η]μοκλέους ἄρ-
5 χ[ο]ν[το]ς κατασταθέντες ὑπὸ τοῦ κοινο-
ῦ τοῦ τε ἱεροῦ ἐπιμ[εμέ]λη[ντ]αι καλῶς κ-
αὶ φιλοτίμως κα[ὶ] τ[ὰς] θυσ[ία]ς ἔθυσαν π-
άσα[ς κ]ατὰ τὰ πάτρια καὶ τὰ νόμιμα, ἐπε-
κόσμησαν δὲ κα[ὶ] τ[ὴ]ν θεὸν καὶ τὸν βωμὸ-
10 ν ἐξ ἀρχῆς ὠικοδόμησαν, καὶ εἰς ταῦτα
ἐπιδεδώκασιν παρ’ ἑαυτῶν 𐅄Δ𐅃 δραχμὰ-
ς, καὶ ποτήρ[ιο]ν ἀργυροῦν ποησάμενοι
παρ’ ἑαυτῶν ἀνέθηκαν τῆι θεῶι ὁλκὴν 𐅄
Δ𐅂𐅂ΙΙΙ δραχμάς, ἐπιμεμέληνται δὲ καὶ τ-
15 ῶν ἀπογενομένων καλῶς καὶ φιλοτίμω-
ς, δεδώκασιν δὲ λόγον καὶ εὐθύνας πάν-
των ὧν διωικήκασιν· ἀγαθῆι τύχηι δεδ-
όχθαι τοῖς θιασώταις ἐπαινέσαι τού-
ς τε ἐπιμελητὰς Εὐκλῆν Θάλλον Ζήνων-
20 α καὶ τὸν γραμματέα Κτησίαν καὶ στεφ-
ανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ στεφάν-
ωι ἀρετῆς ἕνεκα καὶ φιλοτιμίας τῆς π-
ρὸς τὸ κοινὸν καὶ εὐσεβείας τῆς πρὸς
τὴν θεόν. ἀναγορεύεσθαι δὲ καὶ τοὺς σ-
25 τεφάνους αὐτοῖς καὶ τὸν ἔπαινον καθ’
ἑκάστην τὴν θυσίαν μετὰ τῶν ἄλλων εὐ-
εργετῶν· εἶναι δὲ αὐτοῖς καὶ ἄλλο ἀγα-
θὸν εὑρέσθαι παρὰ τοῦ κοινοῦ οὗ ἂν δο-
κῶσιν ἄξιοι εἶναι, ὅπως ἂν πάντες οἱ α-
30 ἰεὶ καθιστάμενοι εἰς τῆς ἐπιμελεία-
ς φιλοτιμῶνται πρός τε τὴν θεὸν καὶ τ-
ὸ κοινὸν εἰδότες ὅτι χάριτας ἀξίας κ-
ομιοῦντ[α]ι. ἀναγράψαι δὲ τόδε τὸ ψήφι-
σμα τοὺς ἐπιμελητὰς τοὺς μετὰ Δημοκ-
35 λέα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τ-
ῶι ἱερῶι.
36a              vacat 0.074
col. I.37        Εὐκλῆν
       Ζήνωνα
col. II.37        Θάλλον
       Κτησίαν
Search Help
Contact Us