[ ]
Att. — stoich. 30 — c. 278/7
1 | ἐπὶ Δημοκλέους ἄρχοντος Μουνιχιῶν- |
ος [ἑ]β[δ]όμ[η]ι ἐ[π]ὶ δ[έ]κ[α]· ἀγορᾶι κυρίαι· Νο- | |
υμη[ν]ία[ς εἶ]π[ε]ν· ἐπ[ειδὴ] οἱ ἐπιμεληταὶ | |
καὶ ὁ γραμματεὺς ο<ἱ> ἐπὶ Δ[η]μοκλέους ἄρ- | |
5 | χ[ο]ν[το]ς κατασταθέντες ὑπὸ τοῦ κοινο- |
ῦ τοῦ τε ἱεροῦ ἐπιμ[εμέ]λη[ντ]αι καλῶς κ- | |
αὶ φιλοτίμως κα[ὶ] τ[ὰς] θυσ[ία]ς ἔθυσαν π- | |
άσα[ς κ]ατὰ τὰ πάτρια καὶ τὰ νόμιμα, ἐπε- | |
κόσμησαν δὲ κα[ὶ] τ[ὴ]ν θεὸν καὶ τὸν βωμὸ- | |
10 | ν ἐξ ἀρχῆς ὠικοδόμησαν, καὶ εἰς ταῦτα |
ἐπιδεδώκασιν παρ’ ἑαυτῶν 𐅄Δ𐅃 δραχμὰ- | |
ς, καὶ ποτήρ[ιο]ν ἀργυροῦν ποησάμενοι | |
παρ’ ἑαυτῶν ἀνέθηκαν τῆι θεῶι ὁλκὴν 𐅄 | |
Δ𐅂𐅂ΙΙΙ δραχμάς, ἐπιμεμέληνται δὲ καὶ τ- | |
15 | ῶν ἀπογενομένων καλῶς καὶ φιλοτίμω- |
ς, δεδώκασιν δὲ λόγον καὶ εὐθύνας πάν- | |
των ὧν διωικήκασιν· ἀγαθῆι τύχηι δεδ- | |
όχθαι τοῖς θιασώταις ἐπαινέσαι τού- | |
ς τε ἐπιμελητὰς Εὐκλῆν Θάλλον Ζήνων- | |
20 | α καὶ τὸν γραμματέα Κτησίαν καὶ στεφ- |
ανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ στεφάν- | |
ωι ἀρετῆς ἕνεκα καὶ φιλοτιμίας τῆς π- | |
ρὸς τὸ κοινὸν καὶ εὐσεβείας τῆς πρὸς | |
τὴν θεόν. ἀναγορεύεσθαι δὲ καὶ τοὺς σ- | |
25 | τεφάνους αὐτοῖς καὶ τὸν ἔπαινον καθ’ |
ἑκάστην τὴν θυσίαν μετὰ τῶν ἄλλων εὐ- | |
εργετῶν· εἶναι δὲ αὐτοῖς καὶ ἄλλο ἀγα- | |
θὸν εὑρέσθαι παρὰ τοῦ κοινοῦ οὗ ἂν δο- | |
κῶσιν ἄξιοι εἶναι, ὅπως ἂν πάντες οἱ α- | |
30 | ἰεὶ καθιστάμενοι εἰς τῆς ἐπιμελεία- |
ς φιλοτιμῶνται πρός τε τὴν θεὸν καὶ τ- | |
ὸ κοινὸν εἰδότες ὅτι χάριτας ἀξίας κ- | |
ομιοῦντ[α]ι. ἀναγράψαι δὲ τόδε τὸ ψήφι- | |
σμα τοὺς ἐπιμελητὰς τοὺς μετὰ Δημοκ- | |
35 | λέα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τ- |
ῶι ἱερῶι. | |
36a | vacat 0.074 |
col. I.37 | Εὐκλῆν |
Ζήνωνα | |
col. II.37 | Θάλλον |
Κτησίαν |