[ ]
Att. — stoich. 30 — c. 278/7
| 1 | ἐπὶ Δημοκλέους ἄρχοντος Μουνιχιῶν- |
| ος [ἑ]β[δ]όμ[η]ι ἐ[π]ὶ δ[έ]κ[α]· ἀγορᾶι κυρίαι· Νο- | |
| υμη[ν]ία[ς εἶ]π[ε]ν· ἐπ[ειδὴ] οἱ ἐπιμεληταὶ | |
| καὶ ὁ γραμματεὺς ο<ἱ> ἐπὶ Δ[η]μοκλέους ἄρ- | |
| 5 | χ[ο]ν[το]ς κατασταθέντες ὑπὸ τοῦ κοινο- |
| ῦ τοῦ τε ἱεροῦ ἐπιμ[εμέ]λη[ντ]αι καλῶς κ- | |
| αὶ φιλοτίμως κα[ὶ] τ[ὰς] θυσ[ία]ς ἔθυσαν π- | |
| άσα[ς κ]ατὰ τὰ πάτρια καὶ τὰ νόμιμα, ἐπε- | |
| κόσμησαν δὲ κα[ὶ] τ[ὴ]ν θεὸν καὶ τὸν βωμὸ- | |
| 10 | ν ἐξ ἀρχῆς ὠικοδόμησαν, καὶ εἰς ταῦτα |
| ἐπιδεδώκασιν παρ’ ἑαυτῶν 𐅄Δ𐅃 δραχμὰ- | |
| ς, καὶ ποτήρ[ιο]ν ἀργυροῦν ποησάμενοι | |
| παρ’ ἑαυτῶν ἀνέθηκαν τῆι θεῶι ὁλκὴν 𐅄 | |
| Δ𐅂𐅂ΙΙΙ δραχμάς, ἐπιμεμέληνται δὲ καὶ τ- | |
| 15 | ῶν ἀπογενομένων καλῶς καὶ φιλοτίμω- |
| ς, δεδώκασιν δὲ λόγον καὶ εὐθύνας πάν- | |
| των ὧν διωικήκασιν· ἀγαθῆι τύχηι δεδ- | |
| όχθαι τοῖς θιασώταις ἐπαινέσαι τού- | |
| ς τε ἐπιμελητὰς Εὐκλῆν Θάλλον Ζήνων- | |
| 20 | α καὶ τὸν γραμματέα Κτησίαν καὶ στεφ- |
| ανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ στεφάν- | |
| ωι ἀρετῆς ἕνεκα καὶ φιλοτιμίας τῆς π- | |
| ρὸς τὸ κοινὸν καὶ εὐσεβείας τῆς πρὸς | |
| τὴν θεόν. ἀναγορεύεσθαι δὲ καὶ τοὺς σ- | |
| 25 | τεφάνους αὐτοῖς καὶ τὸν ἔπαινον καθ’ |
| ἑκάστην τὴν θυσίαν μετὰ τῶν ἄλλων εὐ- | |
| εργετῶν· εἶναι δὲ αὐτοῖς καὶ ἄλλο ἀγα- | |
| θὸν εὑρέσθαι παρὰ τοῦ κοινοῦ οὗ ἂν δο- | |
| κῶσιν ἄξιοι εἶναι, ὅπως ἂν πάντες οἱ α- | |
| 30 | ἰεὶ καθιστάμενοι εἰς τῆς ἐπιμελεία- |
| ς φιλοτιμῶνται πρός τε τὴν θεὸν καὶ τ- | |
| ὸ κοινὸν εἰδότες ὅτι χάριτας ἀξίας κ- | |
| ομιοῦντ[α]ι. ἀναγράψαι δὲ τόδε τὸ ψήφι- | |
| σμα τοὺς ἐπιμελητὰς τοὺς μετὰ Δημοκ- | |
| 35 | λέα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τ- |
| ῶι ἱερῶι. | |
| 36a | vacat 0.074 |
| col. I.37 | Εὐκλῆν |
| Ζήνωνα | |
| col. II.37 | Θάλλον |
| Κτησίαν |