Regulations of a private cult association.  Stele of white marble, broken on the right, reworked at the bottom. Now missing.
[ ] Lydia — Philadelphia (Alaşehir) — late 2nd/early 1st c. BC — Keil-v. Premerstein, 3. Reise (1914) 18, 18 — F. Sokolowski, LSAM (1955) 53, 20 — M. Paz de Hoz, Kulte (1999) 128, 1.2
1                ἀγαθῆι τ[ύχηι]·
ἀνεγράφησαν ἐφ’ ὑγιείαι κα[ὶ κοινῆι σωτηρίαι (?)]
καὶ δόξηι τῆι ἀρίστηι τὰ δοθέ[ντα παραγγέλμα]-
τα Διονυσίωι καθ’ ὕπνον π[ρόσοδον διδόν]-
5 τ’ εἰς τὸν ἑαυτοῦ οἶκον ἀνδρά[σι καὶ γυναιξὶν]
ἐλευθέροις καὶ οἰκέταις· Διὸς [γὰρ ἐν τούτωι]
τοῦ Εὐμένους καὶ Ἑστίας τ[ῆς παρέδρου αὐ]-
τοῦ καὶ τῶν ἄλλων θεῶν Σωτ[ήρων καὶ Εὐδαι]-
μονίας καὶ Πλούτου καὶ Ἀρετῆς [καὶ Ὑγιείας]
10 καὶ Τύχης Ἀγαθῆς καὶ Ἀγαθοῦ [Δαίμονος καὶ Μνή]-
μης καὶ Χαρίτων καὶ Νίκης εἰσὶν ἱδ[ρυμένοι βωμοί (?)].
τούτ[ωι] δέδωκεν ὁ Ζεὺς παραγγέλ[ματα τούς τε ἁ]-
γνισμοὺς καὶ τοὺς καθαρμοὺς κα[ὶ τὰ μυστήρια (?) ἐπι]-
τελεῖν κατά τε τὰ πάτρια καὶ ὡς νῦν [γέγραπται· πορευ]-
15 όμενοι εἰς τὸν οἶκον τοῦτον ἄνδρε[ς καὶ γυναῖκες]
ἐλεύθεροι καὶ οἰκέται τοὺς θεοὺς [πάντας ὁρκούσ]-
θωσαν δόλον μηθένα μήτε ἀνδρὶ μή[τε γυναικὶ εἰδό]-
τες μὴ φάρμακον πονηρὸν πρὸς ἀνθ[ρώπους, μὴ ἐπωι]-
δὰς πονηρὰς μήτε γινώσκειν μή[τε ἐπιτελεῖν, μὴ]
20 φίλτρον, μὴ φθορεῖον, μὴ [ἀτ]οκείον, μ[ὴ ἄλλο τι παιδο]-
φόνον μήτε αὐτοὺς ἐπιτελεῖν μήτε [ἑτέρωι συμβου]-
λεύειν μηδὲ συνιστορεῖν, ἀποστερ[οῦντες (?) δὲ μη]-
δὲν εὐνοεῖν τῶι οἴκωι τῶιδε, καὶ ἐάν τ[ις τούτων τι πο]-
ῆι ἢ ἐπιβο[υλε]ύῃ, μήτε ἐπιτρέψειν μή[τε παρασιω]-
25 [πήσ]ειν, [ἀλ]λ’ ἐμφανιεῖν καὶ ἀμυνεῖσθ[αι. ἄνδρα παρὰ]
[τὴν] ἑαυτοῦ γυναῖκα ἀλλοτρίαν ἢ [ἐλευθέραν ἢ]
δούλην ἄνδρα ἔχουσαν μὴ φθερε[ῖν μηδὲ παῖδα μη]-
[δὲ] παρθένον μηδὲ ἑτέρωι συμβουλ[εύσειν, ἀλλ’ ἄν τι]-
νι συνιστορήσηι, τὸν τοιοῦτον φα[νερὸν ποιήσειν]
30 καὶ τὸν ἄνδρα καὶ τὴν γυναῖκα καὶ μ[ὴ ἀποκρύψειν μη]-
δὲ παρασιωπήσειν· γυνὴ καὶ ἀνήρ, ὃς ἂ[ν ποῆι τι τῶν προ]-
γεγραμμένων, εἰς τὸν οἶκον τοῦτον μ[ὴ εἰσπορευέσθω]·
θεοὶ γ[ὰ]ρ ἐν αὐτῶι ἵδρυνται μεγάλοι καὶ τ[αῦτα ἐπισκοποῦ(?)]-
σιν καὶ τοὺς παραβαίνοντας τὰ παραγ[γέλματα οὐκ ἀνέ]-
35 ξονται. γυναῖκα ἐλευθέραν ἁγνὴν εἶν[αι καὶ μὴ γινώσκ]-
ειν ἄ[λ]λου ἀνδρὸς πλὴν τοῦ ἰδίου εὐνὴ[ν ἢ συνουσίαν· ἐ]-
ὰν δὲ γνῶι, τὴν τοιαύτην μὴ εἶναι ἁγ[ν][ν, ἀλλὰ μεμιασμέ]-
νην καὶ μύσο[υ]ς ἐμφυλίου πλή[ρ]η καὶ σ[έβεσθαι ἀναξίαν]
τὸν θεὸν τοῦ[το]ν, [ο]ὗ ταῦτα τὰ ἱερὰ ἵδρυ[νται, μηδὲ θυσίαις]
40 παρατυγχ[άνει]ν μηδὲ Τ[․․․․]ΑΠΟΖΗΙΟΥ[— — — — — —]
προσκόπτειν μηδὲ ὁρᾶν ἐπιτελούμ[ενα τὰ μυστήρια(?)· ἐ]-
ὰν δὲ ποῆι τι τούτων ἀφ’ οὗ τὰ παρα[γγέλματα εἰς τήν]-
δε τὴν ἀναγραφὴν ἥκουσιν, κακὰς [ἀρὰς παρὰ τῶν]
θεῶν ἕξει [τὰ πα]ραγγέλματα ταῦτα [παρορῶσα· ὁ θεὸς γὰρ]
45 ταῦτα οὔτε βούλεται γενέσθαι μηθ[αμῶς οὔτε θέλει, ἀλ]-
λὰ κατακολυθεῖν. οἱ θεοὶ τοῖς μὲ[ν ἀκολουθοῦσιν — — —]-
σονται ἱλέως καὶ δώσουσιν αὐτο[ῖς ἀεὶ πάντα τἀγα]-
θά, ὅσα θεοὶ ἀνθρώποις, οὓς φιλοῦσιν, [διδόασιν· ἐὰν δέ τι]-
νες παραβ[αί]νωσιν, τοὺς τοιούτους [μισήσουσι καὶ με]-
50 γάλας αὐτοῖς τιμωρίας περιθήσου[σιν. τὰ παραγγέλμα]-
τα ταῦτα ἐτέθησαν παρὰ Ἄγγδιστιν [τὴν ἁγιωτάτην]
φύλακα καὶ οἰκοδέσποιναν τοῦδε τοῦ ο[ἴκου, ἥτις ἀγαθὰς]
διανοίας ποιείτω ἀνδράσι καὶ γυναιξὶν [ἐλευθέροις καὶ]
δούλοις, ἵνα κατακολουθῶσι τοῖς ὧδε γ[εγραμμένοις. ἐν δὲ]
55 ταῖς θυσίαις ταῖς τε ἐμμήνοις καὶ ταῖ[ς κατὰ ἐνιαυτὸν (?) ἁ]-
πτέσθωσαν, ὅσοι πιστεύουσιν ἑα[υτοῖς ἄνδρες τε καὶ]
[γυ]ναῖκες, τῆς γραφῆς ταύτης, ἐν [ἧι τὰ τοῦ θεοῦ παραγγέλ]-
[μα]τά εἰσιν γεγραμμένα, ἵνα φαν[εροὶ γίνωνται οἱ κατα]-
[κολου]θοῦ[ντ]ες τοῖς παραγγέλ[μασιν καὶ οἱ μὴ κατακολου]-
60 [θοῦν]τες. [Ζεῦ] Σωτή[ρ], τὴν ΑΦΗ[— — — — — — — — — —]
[εὐμεν]ῶς προσδέχου καὶ προ[— — — — — — — — — — —]
[πάρεχ]ε ἀγαθὰς ἀμοιβὰς [— — — — — — — — — — — — —]
[— — —]ν ἐπὶ γῆς καὶ ἐπὶ θα[λάσσης — — — — — — — — —]
[— — —]μένοις ὁμοίω[ς. — — — — — — — — — — — — —]
                 vacat
Search Help
Contact Us