Honorific inscription for Aurelius Hermippos. Base of gray-streaked white marble. Now missing.
[ ]
Lydia — Philadelphia (Alaşehir) — after 212 AD — CIG 2.3422 — LBW 648 — M. Pas de Hoz, Kulte (1999) 151, 3.79
upper molding.1 | ἀγαθῇ τύχῃ· |
lower field.2 | Αὐρ(ήλιον) Ἕρμιππον, ξυστάρχην, ἱερέα |
τῆς Ἀρτέμιδος, τὸν ἔνδοξον καὶ | |
φιλόπατριν καὶ ἐμ πᾶσιν πρῶτον, | |
5 | ἀρχιερασάμενον ἐνδόξως με- |
τὰ μεγάλων ἀναλωμάτων καὶ | |
δόντα κοντροκυνηγέσιον, | |
ἐν ᾧ ζυγὸν ἀπότομον ἐκ θείας | |
φιλοδωρίας, ἄρξαντα τὴν πρώτην | |
10 | ἀρχὴν ἐπιφανῶς καὶ τὰς λοιπὰς |
ἀρχὰς καὶ λειτουργίας ὑπέρ τε αὐ- | |
τοῦ καὶ τῶν παίδων Νεικήτου καὶ | |
Ἑρμίππου ἐκτελέσαντα, ἀνα- | |
θέντα τῇ πόλει τάχειον μὲν εἰς | |
15 | σει̣τ̣ωνικὰ χρήματα δηναρίων |
μυριάδας πέντε, καὶ δόντα εἰς | |
ἐπισκευὴν τοῦ πετάσου τοῦ θε- | |
άτρου δηνάρια μύρια, ποιησάμε- | |
νον δὲ καὶ ἐπιδόσεις χρημάτων τῇ | |
20 | τε γλυκυτάτῃ πατρίδι εἰς χρήματα |
σειτωνικὰ δηναρίων μυριάδας πεν- | |
τήκοντα καὶ τῇ κρατίστῃ βουλῇ δη- | |
ναρίων μυριάδας πέντε καὶ̣ τ̣ῷ σε- | |
μνοτάτῳ συνεδρίῳ τῆς γερουσίας | |
25 | δηνάρια μύρια, φυλαῖς ἑπτὰ ταῖς ἑσ- |
τακύαις τοὺς ἀνδριάντας πρὸς δη- | |
νάρια χείλια, | |
ἡ ἱερὰ φυλὴ τῶν ἐριουργῶν τὸν | |
ἑαυτῆς καὶ τῆς πατρίδος ἐν πᾶ- | |
30 | σιν εὐεργέτην. |