Honorific inscription for Diogenes. Stone plaque. Now missing.
[ ]
Lydia — Philadelphia (Alaşehir) — ca. 2nd c. AD? — CIG 2.3417
1 | ἡ βουλὴ καὶ ὁ δῆμος |
καὶ ἡ γερουσία ἐ̣[τεί]- | |
μησαν Διογένην | |
ἥρω ἀγαθόν, ἤθεσι κα[ὶ] | |
5 | νόμων ἐνπειρίᾳ κε- |
κοσμημένον, στρα- | |
τηγήσαντα ἁγνῶ[ς], | |
ἀναθέντα τῇ ἱερωτά- | |
τῃ βουλῇ ∙ 𐆖 ͵βφʹ ∙ καὶ [τῷ] | |
10 | συνεδρίῳ τῶν πρεσβυτέ- |
ρων ∙ 𐆖 ͵αφʹ ∙ πρὸς τὸ ἀπὸ | |
τῶν τόκων κατ’ ἐνιαυτὸ[ν] | |
ἐπὶ τοῦ ἀνδριάντος | |
τοῖς ἐλθοῦσιν ἐξ αὐ- | |
15 | τῶν δίδοσθαι διανο- |
μὴν τῇ γενεθλίῳ αὐτο[ῦ] | |
ἡ̣μέρᾳ, ἥτις ἐστὶν μη(νὸς) Π[ε]- | |
ρειτίου ηʹ ἀ(πιόντος)· προνοησ[α]- | |
μένου τῆς ἀναστάσε- | |
20 | ως τοῦ ἀνδριάντος |
Παρδαλᾶ Οὐλπίου Παρ- | |
δαλᾶ γυμνασιάρχου, | |
τοῦ φίλου αὐτοῦ. |