Letter of the emperors Valerianus and Galerianus.  Framed marble plaque, broken at the top.
[ ] Lydia — Philadelphia (Alaşehir) — 18 Jan. 255 AD — AAWW 93 (1956) 226, 8 — SEG 17.528 — J.H. Oliver, Greek Constitutions (1989) 553, 285
See also:
1 [— — — — — — — — — τ]ὸ̣ γ̣έ̣ρ̣α̣ς ὑμῖν ὁ
[— — — — — — — πρε]σβευτὴς ὁ λαμπρότα-
[τος — — — φίλο]ς ἡμῶν καὶ διαλεχθεὶς πά-
[λιν(?) — — —] ἐ̣π̣ὶ τοῦ ψηφίσματος ᾔτει τε (?)
5 [— — — —] ἡμᾶς ἀφεῖναι τὴν πόλιν τῆς ἐπὶ τὰς
[ἀρχιερ]ωσύνας καὶ τὰς τῶν πανηγύρεων ἀρχὰς
[πρ]ὸς τὰς μητροπόλεις συντελείας ὡς ὑπάρξαν
αὐτῇ πρότερον τὸ καὶ ταῖς μητροπόλεσιν αὐταῖς
συναριθμεῖσθαι. δέχεσθε δὴ κοσμίως τὴν χάριν
10 ὡσανεὶ συμψηφισαμένων ὑμεῖν ταῦτα καὶ τῶν
μητροπόλεων, οὐχ ὡς ἀφελόμενοί τι αὐτάς· πρέπει {ε}
γὰρ οὕτω, καὶ τοὺς διά τι χρηστὸν τυχόντας δωρεᾶς
ἐπεικεστάτην χρὴ τὴν παράλημψιν αὐτῆς καὶ ἀξίαν
τῶν διδομένων ποιεῖσθαι, βλάβης μὲν μηδεμιᾶς
15 μήτε ἐκ ταύτης τῆς δωρεᾶς μήτε ἐξ ἄλλης ἡστι-
νοσοῦν ἑτέρᾳ πόλει συμβαίνειν ὀφειλούσης,
αὐτὸ δὲ τοῦτο οὐχ ὑπολογιουμένων τῶν
μητροπόλεων ἑαυτῶν ζημίαν, εἰ τῆς περὶ
τὰ ῥηθέντα λιτουργίας ἀξίοις οὖσιν ὑμεῖν
20 ἄφεσιν ἔδομεν. vacat ἐπρέσβευεν vacat
Πόπλιος Αἴλιος Πίγρης ὁ φίλος ἡμῶν. vacat
εὐτυχεῖτε, Φιλαδελφεῖς ἡμέτεροι. vacat
vacat   ἐδόθη     vacat
πρὸ ιεʹ καλανδῶν Φεβρουαρίων τοῖς
25 κυρίοις ἡμῶν Οὐαλεριανῷ τὸ γʹ καὶ Γαλλιηνῷ τὸ βʹ
Σεβαστοῖς ὑπάτοις vv ἀπὸ Ἀντιοχείας.
Search Help
Contact Us