Petition of peasants on an imperial estate to two or more Roman emperors. Pedimental stele of bluish marble.
[ ]
Lydia — Philadelphia (Alaşehir) — Ağabey köyü — 193-217 or 244-249 AD — Keil-v. Premerstein, 3. Reise (1914) 37, 55 — T. Hauken, Petition and Response (1998) 35, 3
1 | [․․․] ἀρ⌋ιθμὸν κγʹ ὡς καὶ φρουμε⌊[νταρι— — — — —] |
[․․]⌋ντας ἰδεῖν κατὰ δίοδον ⌊τὴν ω[․․․․․ ․․․]οι[․․] | |
[․․]ν⌋τος καὶ ἵνα δόξῃ τις τ⌊ῆς τοσαύτης αὐτοῖς θ[ρα]- | |
[σύτ]η⌋τος ἀπ⌊ολογ⌋ία καταλ⌊ιμπάνεσθαι, ἐνέα σ[υλ]- | |
5 | [λαβό]ντ⌋ες κ⌊αὶ ἐν⌋ δεσμοῖς ⌊ποιήσαντες ἔφασκ[ον] |
[παραπ]έ⌋μπειν ἐπὶ τοὺς κ⌊ρατίστους ἐπιτρόπο[υς] | |
[τοὺς ὑμ]ε⌋τέρους διέποντ⌊<ο>ς Αἰλίου Ἀγλαοῦ [τοῦ] | |
[κρατίσ]τ⌋ου καὶ τὰ τῆς ἀνθ⌊υπατείας μέρη. κα[ὶ] | |
[τὸ]ν μὲν⌋ ἕνα τῶν ἐννέα ⌊ἀργύριον ἐκπρα- | |
10 | [ξ]άμενοι⌋ ὑπὲρ τὰς ⌊χειλίας Ἀττικὰς λύτρον |
[τ]ῆς σωτ⌋ηρίας ἀ⌊φῆκαν, τοὺς δὲ λοιποὺς κατ[έ]- | |
σχαν ἐν τοῖς δεσμοῖς, καὶ οὐκ ἴσμεν σαφῶς, | |
θειότατοι τῶν αὐτοκρατόρων, ὁπότερον ζῶν- | |
τας τούτους παραπέμψουσιν παρὰ τὸ̣ν κράτισ- | |
15 | τον Ἀγλαὸν <ἢ> καὶ αὐτοὺς διαθῶνται παραπλησί- |
ον τοῖς φθάνουσιν. ἡμε[ῖς] οὖν, ὅπερ ἦν δυνατὸν | |
ἀθλίοις ἀν[θ]ρώποις ἀφῃρημένοις καὶ βίου καὶ | |
συνγενῶν οὕτως ὡμῶς, ὃ δυνατὸν ἡμεῖν ἦν, ἐ- | |
δηλώσαμεν ταῦτα καὶ τῷ τῆς τάξεως ἐπιτρό- | |
20 | πῳ ὑμῶν Αὐ[ρ(ηλίῳ)] Μαρκιανῷ καὶ τοῖς ἐν Ἀσίᾳ κρατ[ίσ]- |
τοις ἐπιτρόποις ὑμῶν· ἱκέται δὲ τῆς ὑμετέ- | |
ρας γεινόμεθα, θειότατοι τῶν πώποτε αὐτοκρα- | |
[τ]όρων, θείας καὶ ἀνυπερβλήτου βασιλείας, καὶ | |
[το]ῖς τῆς γεωργίας καμάτοις προσέχειν κεκωλυ- | |
25 | [μ]ένοι τῶν κολλητιώνων καὶ τῶν ἀντικαθεστώ- |
των ἀπειλούντων καὶ ἡμεῖν τοῖς καταλειπομέ- | |
νοις τὸν περὶ ψυχῆς κίνδυνον καὶ μὴ δυνάμενοις | |
ἐκ τοῦ κωλύεσθαι τὴν γῆν ἐργάζεσθαι μηδὲ ταῖς δε- | |
[σ]ποτικαῖς ἐπακούειν ἀποφοραῖς καὶ ψήφοις πρὸς | |
30 | [τ]ὰ ἑξῆς· καὶ δεόμεθα εὐμενῆ ὑμᾶς προσέσθαι τὴν |
δέησιν ἡμῶν καὶ ἐπιθέσθαι τῷ ἐξηγουμένῳ τοῦ | |
ἔθνους καὶ τοῖς κρατίστοις ἐπιτρόποις ὑμῶν ἐκ- | |
δικῆσαι τὸ τετολμημένον, κωλῦσαι δὲ τὴν εἰς τὰ | |
χωρία τὰ δεσποτικὰ ἔφοδον καὶ τὴν εἰς ἡμᾶς ἐν[ό]- | |
35 | χλησιν γεινομένην ὑπό <τ>ε τῶν κολλητιώνων |
καὶ τῶν ἐπὶ προφάσει ἀρχῶν ἢ λειτουργιῶν τοὺς ὑ- | |
μετέρους ἐνοχλούντων καὶ σκυλλώ̣ντων γεω[ρ]- | |
γοὺς τῷ πάντα τὰ ἡμέτερα ἐκ προγόνων προϋπε[ύ]- | |
θυνα εἶναι τῷ ἱερωτάτῳ ταμείῳ τῷ τῆς γεωργί[ας] | |
40 | δικαίῳ· τἀληθῆ γὰρ πρὸς τὴν ὑμετέραν θειότητα |
εἴρηται. ὧ̣ν ἐὰν μὴ ὑπὸ τῆς ὑμετέρας οὐρανίου δε- | |
ξιᾶς ἐκδικία τις ἐπὶ τοῖς τοσούτοις τετολμημέ- | |
νοις ἐπαχθῇ καὶ βοήθια εἰς τὰ μέλλοντα, ἀνάγ- | |
κη τοὺς καταλελειμμένους ἡμᾶς, μὴ φέροντας | |
45 | τὴν τῶν κολλητιώνων καὶ τῶν ΕΝΑΝΤΙΑΣ, ἐφ’ αἷς |
προειρήκαμεν προφάσεσιν, πλεονεξίαν, κατα- | |
λειπεῖν καὶ ἑστίας πατρῴας καὶ τάφους προγονικο[ὺ]ς | |
μετελθεῖν τε εἰς ἰδιωτικὴν γῆν πρὸς τὸ διασωθῆναι | |
—— φείδονται γὰρ μᾶλλον τῶν ἐκεῖ κατοικούντων οἱ τὸ[ν] | |
50 | πονηρὸν ζῶντες βίον ἢ τῶν ὑμετέρων γεωργῶν —— |
φυγάδας <τε> γενέσθαι τῶν δεσποτικῶν χωρίων, ἐν οἷς | |
<κ>αὶ ἐγεννήθημεν καὶ ἐτράφημεν καὶ ἐκ προγόνων | |
διαμένοντες γεωργοὶ τὰς πίστεις τηροῦμεν τῷ | |
δεσποτικῷ λόγῳ. |