Petition of peasants on an imperial estate to two or more Roman emperors.  Pedimental stele of bluish marble.
[ ] Lydia — Philadelphia (Alaşehir) — Ağabey köyu — 193-217 or 244-249 AD — Keil-v. Premerstein, 3. Reise (1914) 37, 55 — T. Hauken, Petition and Response (1998) 35, 3
1 [․․․] ἀρ⌋ιθμὸν κγʹ ὡς καὶ φρουμε⌊[νταρι— — — — —]
[․․]⌋ντας ἰδεῖν κατὰ δίοδον ⌊τὴν ω[․․․․․ ․․․]οι[․․]
[․․]ν⌋τος καὶ ἵνα δόξῃ τις τ⌊ῆς τοσαύτης αὐτοῖς θ[ρα]-
[σύτ]η⌋τος ἀπ⌊ολογ⌋ία καταλ⌊ιμπάνεσθαι, ἐνέα σ[υλ]-
5 [λαβό]ντ⌋ες κ⌊αὶ ἐν⌋ δεσμοῖς ⌊ποιήσαντες ἔφασκ[ον]
[παραπ]έ⌋μπειν ἐπὶ τοὺς κ⌊ρατίστους ἐπιτρόπο[υς]
[τοὺς ὑμ]ε⌋τέρους διέποντ⌊<ο>ς Αἰλίου Ἀγλαοῦ [τοῦ]
[κρατίσ]τ⌋ου καὶ τὰ τῆς ἀνθ⌊υπατείας μέρη. κα[ὶ]
[τὸ]ν μὲν⌋ ἕνα τῶν ἐννέα ⌊ἀργύριον ἐκπρα-
10 [ξ]άμενοι⌋ ὑπὲρ τὰς ⌊χειλίας Ἀττικὰς λύτρον
[τ]ῆς σωτ⌋ηρίας ἀ⌊φῆκαν, τοὺς δὲ λοιποὺς κατ[έ]-
σχαν ἐν τοῖς δεσμοῖς, καὶ οὐκ ἴσμεν σαφῶς,
θειότατοι τῶν αὐτοκρατόρων, ὁπότερον ζῶν-
τας τούτους παραπέμψουσιν παρὰ τὸ̣ν κράτισ-
15 τον Ἀγλαὸν <ἢ> καὶ αὐτοὺς διαθῶνται παραπλησί-
ον τοῖς φθάνουσιν. ἡμε[ῖς] οὖν, ὅπερ ἦν δυνατὸν
ἀθλίοις ἀν[θ]ρώποις ἀφῃρημένοις καὶ βίου καὶ
συνγενῶν οὕτως ὡμῶς, ὃ δυνατὸν ἡμεῖν ἦν, ἐ-
δηλώσαμεν ταῦτα καὶ τῷ τῆς τάξεως ἐπιτρό-
20 πῳ ὑμῶν Αὐ[ρ(ηλίῳ)] Μαρκιανῷ καὶ τοῖς ἐν Ἀσίᾳ κρατ[ίσ]-
τοις ἐπιτρόποις ὑμῶν· ἱκέται δὲ τῆς ὑμετέ-
ρας γεινόμεθα, θειότατοι τῶν πώποτε αὐτοκρα-
[τ]όρων, θείας καὶ ἀνυπερβλήτου βασιλείας, καὶ
[το]ῖς τῆς γεωργίας καμάτοις προσέχειν κεκωλυ-
25 [μ]ένοι τῶν κολλητιώνων καὶ τῶν ἀντικαθεστώ-
των ἀπειλούντων καὶ ἡμεῖν τοῖς καταλειπομέ-
νοις τὸν περὶ ψυχῆς κίνδυνον καὶ μὴ δυνάμενοις
ἐκ τοῦ κωλύεσθαι τὴν γῆν ἐργάζεσθαι μηδὲ ταῖς δε-
[σ]ποτικαῖς ἐπακούειν ἀποφοραῖς καὶ ψήφοις πρὸς
30 [τ]ὰ ἑξῆς· καὶ δεόμεθα εὐμενῆ ὑμᾶς προσέσθαι τὴν
δέησιν ἡμῶν καὶ ἐπιθέσθαι τῷ ἐξηγουμένῳ τοῦ
ἔθνους καὶ τοῖς κρατίστοις ἐπιτρόποις ὑμῶν ἐκ-
δικῆσαι τὸ τετολμημένον, κωλῦσαι δὲ τὴν εἰς τὰ
χωρία τὰ δεσποτικὰ ἔφοδον καὶ τὴν εἰς ἡμᾶς ἐν[ό]-
35 χλησιν γεινομένην ὑπό <τ>ε τῶν κολλητιώνων
καὶ τῶν ἐπὶ προφάσει ἀρχῶν ἢ λειτουργιῶν τοὺς ὑ-
μετέρους ἐνοχλούντων καὶ σκυλλώ̣ντων γεω[ρ]-
γοὺς τῷ πάντα τὰ ἡμέτερα ἐκ προγόνων προϋπε[ύ]-
θυνα εἶναι τῷ ἱερωτάτῳ ταμείῳ τῷ τῆς γεωργί[ας]
40 δικαίῳ· τἀληθῆ γὰρ πρὸς τὴν ὑμετέραν θειότητα
εἴρηται. ὧ̣ν ἐὰν μὴ ὑπὸ τῆς ὑμετέρας οὐρανίου δε-
ξιᾶς ἐκδικία τις ἐπὶ τοῖς τοσούτοις τετολμημέ-
νοις ἐπαχθῇ καὶ βοήθια εἰς τὰ μέλλοντα, ἀνάγ-
κη τοὺς καταλελειμμένους ἡμᾶς, μὴ φέροντας
45 τὴν τῶν κολλητιώνων καὶ τῶν ΕΝΑΝΤΙΑΣ, ἐφ’ αἷς
προειρήκαμεν προφάσεσιν, πλεονεξίαν, κατα-
λειπεῖν καὶ ἑστίας πατρῴας καὶ τάφους προγονικο[ὺ]ς
μετελθεῖν τε εἰς ἰδιωτικὴν γῆν πρὸς τὸ διασωθῆναι
—— φείδονται γὰρ μᾶλλον τῶν ἐκεῖ κατοικούντων οἱ τὸ[ν]
50 πονηρὸν ζῶντες βίον ἢ τῶν ὑμετέρων γεωργῶν ——
φυγάδας <τε> γενέσθαι τῶν δεσποτικῶν χωρίων, ἐν οἷς
<κ>αὶ ἐγεννήθημεν καὶ ἐτράφημεν καὶ ἐκ προγόνων
διαμένοντες γεωργοὶ τὰς πίστεις τηροῦμεν τῷ
                    δεσποτικῷ λόγῳ.
Search Help