1 | — — — — — — — — — — — — — — — — — — — — — δέ τις αι |
— — — — — — — — — — — — — — — — — — — — ναι κατασ- | |
— — — — — — — — — — — — — — — — — — — αι̣α τῶν θιασ- | |
[ωτῶν — — — — — — — — εἰὰν δέ τι]ς αὐτῶν ἀπογίγνητ- | |
5 | [αι, φράσ]ει ἢ ὑὸ[ς ἢ μήτηρ? ἢ π]ατὴρ ἢ ὃς ἂν οἰκειότατ- |
ος εἶ τοῦ θιάσου, τοῦ δ’ ἀπογιγ̣νομένου̣ ἰέναι ἐπ’ ἐ- | |
χφορὰν καὶ αὐτοὺς καὶ τοὺς φίλους ἅπαντας ∶ καὶ ἄ- | |
ν τις ἀδικῆται, β̣οηθεῖν καὶ αὐτοὺς καὶ τοὺς φί- | |
λ̣ους ἅπαντας, ὅπως ἂν πάντες εἰδῶσιν ὅτι καὶ | |
10 | εἰς τοὺς θεοὺς εὐσ̣εβοῦμεν καὶ εἰς τοὺς φίλους· τα- |
ῦ̣τα δὲ ποιοῦσιν αὐτοῖς πολλὰ κἀγαθὰ καὶ ἐγγόν- | |
οις καὶ προγόνοις. ἐπειδὰν δὲ κυρώσωσι τὸν νόμ- | |
ον οἱ θιασῶται, μηθὲν εἶναι τοῦ νόμου κυριώτερ- | |
ON: EI)A\N DE/ TIS PARA\ TO\N NO/MON H)\ EI)/PEI H)\ PRA/CEI, KA- | |
15 | τηγορίαν αὐτοῦ εἶναι τῶι βουλομένωι τῶν θιασωτῶ- |
ν, καὶ ἂν ἕλει αὐτὸν τιμάτωσαν αὐτὸν καθότι ἂν δο- | |
κεῖ τῶι κοινῶι. |
IG II²
1275