IG II² 1275
[ ] Att. — non-stoich. 35-40 — init. s. III a.
See also:
1 — — — — — — — — — — — — — — — — — — — — — δέ τις αι
— — — — — — — — — — — — — — — — — — — — ναι κατασ-
— — — — — — — — — — — — — — — — — — — αι̣α τῶν θιασ-
[ωτῶν — — — — — — — — εἰὰν δέ τι]ς αὐτῶν ἀπογίγνητ-
5 [αι, φράσ]ει ἢ ὑὸ[ς ἢ μήτηρ? ἢ π]ατὴρ ἢ ὃς ἂν οἰκειότατ-
ος εἶ τοῦ θιάσου, τοῦ δ’ ἀπογιγ̣νομένου̣ ἰέναι ἐπ’ ἐ-
χφορὰν καὶ αὐτοὺς καὶ τοὺς φίλους ἅπαντας ∶ καὶ ἄ-
ν τις ἀδικῆται, β̣οηθεῖν καὶ αὐτοὺς καὶ τοὺς φί-
λ̣ους ἅπαντας, ὅπως ἂν πάντες εἰδῶσιν ὅτι καὶ
10 εἰς τοὺς θεοὺς εὐσ̣εβοῦμεν καὶ εἰς τοὺς φίλους· τα-
ῦ̣τα δὲ ποιοῦσιν αὐτοῖς πολλὰ κἀγαθὰ καὶ ἐγγόν-
οις καὶ προγόνοις. ἐπειδὰν δὲ κυρώσωσι τὸν νόμ-
ον οἱ θιασῶται, μηθὲν εἶναι τοῦ νόμου κυριώτερ-
ον· εἰὰν δέ τις παρὰ τὸν νόμον ἢ εἴπει ἢ πράξει, κα-
15 τηγορίαν αὐτοῦ εἶναι τῶι βουλομένωι τῶν θιασωτῶ-
ν, καὶ ἂν ἕλει αὐτὸν τιμάτωσαν αὐτὸν καθότι ἂν δο-
κεῖ τῶι κοινῶι.
Search Help
Contact Us