Epitaph of L. Salvius Crispus and his wife Cusinia Firmilla, with a funerary fine and imprecation. Plaque of white marble with molded border; one of three stones belonging to the same tomb (33 A-C).
[ ]
Lydia — Blaundos (Sülümenli) — Gümüşkol — 187/188 AD — K. Buresch, Aus Lydien (1898) 119, 58 — Keil-v. Premerstein, 3. Reise (1914) 51, 59 — J. Strubbe, Arai Epitymbioi (1997) 244
1 | Λ(ούκιος) Σάλουιος [Κρίσ]πος ἑαυτῶι καὶ |
Κουσινίαι Φ[ιρμίλλ]ηι τῆι γυναικὶ τὸ | |
μνημεῖ[ον ἐ]ποίησεν ❦ | |
ζῶσιν. | |
5 | τοῦτο τὸ μνημεῖον κληρονό- |
μοις οὐκ ἀκολουθήσει, οὐδέ τινι | |
ἐξέσται ἐν αὐτῶι θάψαι τινὰ ἢ Σαλ- | |
ουίους Ἀρτεμίδωρον καὶ Σώφρονα ἀπε- | |
λευθέρους καὶ Εὐπλοίδα καὶ Σωζομέ- | |
10 | νην τὰς γυναῖκας αὐτῶν ἐν τῆι ἔ- |
ξω καμάραι. ἐὰν δέ τις τολμήσῃ ἀ- | |
ποδώσει τῶι μὲν φίσκωι 𐆖 μύρια πεν- | |
τακισχίλια, τῶι [δὲ δ]ήμωι τῶι Βλαυν- | |
δέων 𐆖 μύρια κ[αὶ μ]εγίσταις ἀ- | |
15 | ραῖς ἔνοχος ἔ[σται. τῆς] ἐπιγραφῆς |
ταύτης ἀντ[ίγραφ]ον ἐτέθη εἰς | |
τὸ ἀρχεῖον ἔ(τους) σοβʹ, μη(νὸς) Γορπιαίου ιζʹ. |