Confession inscription.  Marble stele with flat-topped pediment; a crescent above the inscription.
[ ] Lydia — Silandos (Karaselendi) — Kalburcu — 180/181 AD — P. Herrmann, H. Malay, New Documents (2007) 97, 70
1 Μηνὶ Ἀξιοττηνῷ· ἐπει-
δὴ ὁ Γλύκων ἐκολάσθη ὑ-
πὲρ παππικῶν ἐνγαίων, ἅ-
τινα Ἄτταλος, παρευχερί-
5 σας τὰ τοῦ θεοῦ ἔνγεα, ἐν-
επορεύσετο ἐξουθενή-
σας τοὺς θεοὺς τοὺς ἐν Νον-
νου· ἃ παραδίδει Γλύκων τῷ
θεῷ χωρὶς δόλου πονηροῦ
10 δαπανήσ(ας) πυ(ρῶν) κύ(πρους) δ<ʹ, οἴνου πρ(όχους) δ<ʹ, ἐ-
λαίου κοτύλην· συνεβάλε-
το Μαρκία Ἀπφίας, τῆς ἀδελ-
φῆς μου· ἐγένετο δὲ καὶ ἡ
προάπαρσις ἐξ ἐννεαφώνου·
15 ἔτους  σξεʹ, μη(νὸς) Ἀρτεμε[ι]-
     %⁸¹σίου ηʹ.   vacat
Search Help